Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

παραβαλεῖν, εἴη ἂν οὐκ ὀλίγῳ τινὶ λεπτομερέστερα τὰ πικρὰ τῶν φαρμάκων, ὡς δὲ τοῖς δριμέσι, παχυμερέστερα καὶ διὰ τοῦτ’ οὔτε διεξέρχεται ῥᾳδίως τῶν γλίσχρων τε καὶ παχέων χυμῶν, ὥσπερ ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστὶν, οὔτ’ ἀδυνατεῖ τέμνειν ὁμοίως τοῖς παχυμερέσιν. ἐν δὲ τῷ μέσῳ χρὴ τετάχθαι τὸ μέλλον τέμνειν ἑκατέρας τῶν ὑπερβολῶν, ἵνα μήθ’ ἑτοίμως ὡς αὐτὴ ἡ φλὸξ διεξέρχηται μήτ’ ἐν τῷ μέλλειν καὶ βραδύνειν ἀδυνατῇ διαιρεῖν. ἀλλὰ περὶ μὲν τούτων κᾀν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται τῷ πέμπτῳ. νυνὶ δ’ ἀρκεῖ γινώσκειν τό γε τοσοῦτον, ὡς ἡ πικρὰ ποιότης ἅπασα θερμαῖς τε ἅμᾳ καὶ ξηραῖς οὐσίαις συμβέβηκε, καὶ πρὸς τούτοις γ’ ἔτι λεπτομερέσι καὶ γεώδεσιν. ἀκούειν δ’ ὅλου χρὴ τοῦ λεγομένου συνάπτοντας εἰς ταὐτὸ καὶ μὴ κατὰ μόνας ἑκάτερον ἀναγινώσκοντας. καὶ γὰρ ἂν μάχεσθαι δόξειεν οὕτω γε τῷ γεώδει τὸ λεπτομερὲς, ἀλλ’ οὐχ ἁπλῶς λεπτομερὲς, ἀλλ’ ὡς ἐν γεώδει συστάσει τοιοῦτο εἶναί φημι τὸ πικρὸν, οἷον τίτανος καὶ τέφρα καὶ πᾶν ὅ τι περ ἂν ἀκριβῶς κατοπτηθῇ, καὶ γένηται σποδιὰ, μᾶλλον δ’ ἂν ἴσως ἀληθέστερον εἰκάζοιτο λιγνύϊ τινὶ καὶ αἰθάλῃ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download