De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης, ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ. κατὰ τὸ πρῶτον. ἀλλ’ ἐκείνων μὲν οἱ πλείους ἐκδαπανῶντες τὸ ὑδατῶδες καὶ τὸ πυῤῥὸν τοῦ ἐλαίου τὸ ὑπόλοιπον ἀποφαίνουσι λευκὸν, ὁ δὲ διὰ τῆς πλύσεως οἷον ἀποῤῥύπτων αὐτὸ καὶ ἀπομάττων.
Περὶ μὲν δὴ τῆς τῶν πλυτῶν φαρμάκων καὶ λευκαινομένων διαθέσεως καὶ αὖθις εἰρήσεται. ἐπὶ δὲ τὸ προκείμενον ἐπάνειμι. ἔλαιον εἰ μήτε τὸ καλούμενον ὀμφάκινον εἴη, στυπτικὸν γὰρ τοῦτό γε, μήτε μεθ’ ἁλῶν ἐσκευασμένον, ἀλλὰ μηδὲ πρόσφατόν τε καὶ οἷον ζέον ἔτι καὶ πρὸς τούτοις ἅπασιν ἐπιμελῶς εἴη πεπλυμμένον, οὔτε πινόμενον οὔτε ἐνιέμενον ἐργάσεται δῆξιν. εἰ δὲ κερχνῶδές ἐστι τῆς φάρυγγος, οὐδὲν ἂν εἴη τοῦτό γε πρὸς τὸ δακνῶδες ὑπάρχειν αὐτό. πᾶν μὲν γὰρ τὸ δάκνον καὶ δριμὺ καὶ κερχνῶδες, οὐ μὴν ἅπαν τὸ κερχνῶδες δάκνον καὶ δριμύ. μόνως γὰρ οὕτως ἂν ἀπεδείχθη τοὔλαιον δακνῶδες, εἰ πᾶν τὸ κερχνῶδες ὡμολόγητο δακνῶδες ὑπάρχειν. ἥκει τοίνυν πάλιν ἐνταῦθα
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]