Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

οὐκ εὐκαταφρόνητος, ἀλλὰ μεγάλου τινὸς ἀγῶνος δεῖται πρὸς τὸ καταβάλλειν αὐτήν. ἐνστήσασθαι δὲ καιρὸς ἤδη τὴν ἀρχὴν ἀπὸ τοῦ πρόσθεν εἰρημένου τῷ ἀνδρὶ ποιησαμένους. λέγει δὲ ᾧδέ πως. Ἀξιῶ δ᾿ ἔγωγε τὸν λέγοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίγνεσθαι παντοῖον, ἀλλ᾿ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. Ἐὰν οὖν τούτῳ τῷ λόγῳ προσθήσῃς τὸ κατὰ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν ἀποδεικνύμενον, ὁλόκληρον ἐργάσῃ τὸ δόγμα τοῦ Ἱπποκράτους· ἀποδείκνυται γὰρ ἐνταῦθα μήτε ὥραν μίαν ἐνὸν εἶναί τινα τοιαύτην μήθ᾿ ἡλικίαν, ἐν ᾗ τὸν ἄνθρωπον ἐπιδείξει τις οὐ|μετέχοντα τῶν ἄλλων χυμῶν. ἀλλὰ καὶ διὰ τῶν καθάρσεων. καὶ γὰρ ἂν δῷς τινι φάρμακον ἤτοι χολὴν ἄγον ἢ φλέγμα, κενούμενον ὄψει τὸ πρὸς αὐτοῦ πεφυκὸς ἕλκεσθαι, ὡς ἐν παντὶ

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]