In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
τοῦ σπλάχνου διὰ τῶν τοῦτο δρᾷν δυναμένων φαρμάκων,
ὅταν ἐπιδοθῇ τὸ χολαγωγὸν, ἥ τε κένωσις παμπόλλη
γίνεται τοῦ πλεονάζοντος χυμοῦ, παύεταί τε παραχρῆμα τὸ
πάθημα. τὸ δὲ τούτοις ἀνάλογον ἴστε κἀπὶ τῶν ὑπὸ φλέγματος
ἢ χολῆς μελαίνης ἐνοχλουμένων γινόμενον· καὶ γὰρ
κενοῦται πάμπολυς ὁ λυπῶν χυμὸς, οἵ τε κάμνοντες ὀνίνανται
μεγάλως. εἰ τοίνυν ἕλκονται μὲν ἐκ τῶν καθαρτικῶν
τοιαῦτα, τὰ δὲ φάρμακα κατὰ πᾶσαν ἡλικίαν τε καὶ ὥραν
καθαίρει, διὰ παντός εἰσιν οἱ τέτταρες χυμοὶ κατὰ σῶμα
τἀνθρώπου. ἐχρῆν γὰρ, καθάπερ ἔμπροσθεν ἐλέχθη, κἂν
μίαν γοῦν τινα ὥραν τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου
φαίνεσθαι μόνον ἔχουσαν τὸ αἷμα, τῆς δόξης ἀληθοῦς
ὑποτεθείσης εἶναι τῶν ἀποφηναμένων αἷμα μόνον εἶναι
τὴν τοῦ ἀνθρώπου φύσιν, ὅπερ ἐστὶ ταὐτὸν τῷ ἐξ
αἵματος μόνου διαπεπλάσθαι πάντ᾿ αὐτοῦ τὰ μόρια τρέφεσθαί
τε διὰ παντὸς αἵματι μόνῳ. διττῶς δὲ τοῦ αἵματος
λεγομένου, τοῦ μὲν, ὅπερ ἐν ταῖς φλεβοτομίαις καὶ τοῖς
τρώμασι κενούμενον φαίνεται, μετέχοντος, ὡς ἐδείκνυμεν,
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]