Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

προκειμένης ῥήσεως. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ πρῶτον μὲν ἐπισημήνασθαι προσήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν ἔθος, ἀλλὰ καὶ πάντων Ἑλλήνων ὀνομαζόντων χολὴν ἄνευ προσθήκης, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶσαι βουληθῶσιν. ὅτι δὲ ταῦτα ἄμφω ὀνόματα καθ᾿ ἕν εἶδος χυμοῦ λέγεται διαφέροντος ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροσθεν εἴρηταί μοι. τὰς δὲ ἄλλας ἁπάσας χολὰς μετὰ προσθήκης ὀνομάζουσιν ἰώδη καλοῦντες, ἢ μέλαιναν, ἢ ἐρυθρὰν, ἢ πρασοειδῆ. δεύτερον δ᾿ ἐπὶ τῷδε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισημήνασθαι προσῆκον· ἔνθα φησί· μέχρις ἂν ἕλκειν δυνατὸς ᾖ τὸ πνεῦμα εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι. δῆλον γάρ ἐστι τὴν μὲν εἰσπνοὴν ἑλκόντων τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἔξωθεν ἀέρα βούλεσθαι γιγνομένην, τὴν δ᾿ ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φησίν· ἔστ᾿ ἄν τινος στερηθῇ τῶν ξυγγεγονότων. βούλεται γὰρ οὐ μόνον ὅταν αἵματος στερηθῇ τὸ ζῶον ἀποθνήσκειν, ἀλλὰ καὶ φλέγματος, ἢ ξανθῆς, ἢ μελαίνης χολῆς.

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]