Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐμπλησθῇ τῶν σιτΐων τὰ μόρια, τηνικαῦτα ἤδη τὸ λοιπὸν ἀποτρίβεται, καθάπερ ἄχθος ἀλλότριον. οὕτω μὲν γὰρ ποιεῖ ἡ γαστήρ. οὕτω καὶ αἱ κύστεις, ὅταν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατείνῃ ἢ τῇ ποιότητι δάκνῃ καὶ γένηται ἀνιαρόν. τὸν αὐτὸν δὲ τρόπον αἱ μῆτραι. διὸ ἔστιν ὅτε καὶ ἀμβλύσκουσι, ὡς διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσαι· ἢ τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἔστι δ᾿ ὅτε καὶ τίκτουσι καὶ οἱ τόκοι προσηκόντως γίνονται. ἴσμεν γὰρ τῆς ἀνίας αἴτιον εἶναι τριττὸν, ἢ ὄγκον περιττὸν, ἤ τι βάρος, ἢ δῆξιν. ὄγκον μὲν λέγω, ἐπειδὰν τὸ μόριον μηκέτι φέρῃ διατεινόμενον· βάρος δὲ, ὅταν ὑπὲρ τὴν ῥώμην αὐτοῦ ᾖ περιεχόμενον· δῆξιν δὲ, ὅταν τὰ πρότερον ἐν τοῖς ἄλλοις μέρεσι στεγόμενα ῥαγέντων αὐτῶν εἰς τὰ μόρια ἐκχυθῇ. ἐπὶ μὲν γὰρ τῆς γαστρὸς αἱ δήξεις ἐναργεῖς εἰσι, διὰ τὴν τῆς πλείστης αἰσθήσεως μετουσίαν· ὡς ἐπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχομένης. ἀνάγκη γοῦν τὸ μόριον ἕκαστον ἢ διὰ τὸ πλῆθος βαρυνόμενον, ἢ διὰ τὴν ποιότητα μεταβάλλουσαν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]