Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

θυρυβωδῶς κεκραγότα καὶ ἀναπηδῶντα, καθάπερ ἔμπροσθεν, ἀλλὰ μηδὲ φθεγγόμενον ὅλως, μηδὲ τὸ τῆς κατακλίσεως σχῆμα μεταβάλλοντα καὶ πολλάκις γε τοῖς οἰκείοις οὗτοι παρέσχον δόξαν, ὡς εἰ γένοιτό τις σιγὴ κοιμηθησομένοις. συγκλείσαντες οὖν τὰς θυρίδας ἡσυχάζουσιν ἐπιτηροῦντες· ἐν τούτοις τε τρίβεται χρόνος ἐνίοτε μακρὸς, τῶν μὲν οἰκείων τῶν καμνόντων ἐκ τοῦ μὴ φθέγγεσθαί τι μηδὲ κινεῖσθαι τὸν νοσοῦντα τεκμαιρομένων κοιμᾶσθαι τὸν ἄνθρωπον, αὐτοῦ δὲ τοῦ νοσοῦντος μήτε κοιμωμένου καὶ τὰς χεῖρας κινοῦντος ἀτρέμα, ὁμοίως τοῖς διὰ ψηλαφίας ἠρεμαίας ἅψασθαί τινος ἢ εὑρεῖν τι βουλομένοις. ἔπειτα τούτων οὕτως ἐχόντων ἔνιοι μὲν κεκλεισμένων τῶν βλεφάρων ταῦτα πράττουσι, καὶ εἰ προσελθών τις αὐτοῖς διαλέγοιτο, τινὲς μὲν οὐδ’ ὅλως ἀνοίγουσι τοὺς ὀφθαλμοὺς, ἔνιοι δὲ ἀνοίξαντες ἤτοι μικρὸν ὕστερον ἔκλεισαν ἢ ἀκινήτους φυλάττουσιν, ἔνιοι δ’ οὐδ’ ἂν ἐμβοήσῃ τις αὐτοῖς ἢ νύξῃ, τὰ βλέφαρα διανοίγουσι. περὶ τοιούτων οὖν φρενιτικῶν ὁ Ἱπποκράτης κατὰ τὸ γ΄ τῶν ἐπιδημιῶν οὕτως ἔγραψεν, οὐδ’

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]