Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

Οὐδὲν ἐξαίρετον ἐπὶ φρενίτιδος ὁ λόγος ἔχει. καὶ γὰρ κἀπὶ τῶν ἄλλων παθῶν εἰ μεταπέσῃ τὸ ἐπιεικὲς, ἐνδείκνυται τὴν δύναμιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι. τὸ δ’ ἐν ἀρχῇ πρόσκειται τάχα μηδ’ ἄλλως γενήσεσθαι δυναμένου. ἐν ἀρχῇ γὰρ ὁρῶνται συνεχεῖς μεταπτώσεις, οὐχ ὅταν χρονίζῃ τὰ νοσήματα, καὶ ταῦτ’ εἰκὸς συμβαίνειν ἐν ταῖς κατὰ πλῆθος ἢ ποιότητα μοχθηρῶν χυμῶν διαθέσεσι, ἄλλοτ’ εἰς ἄλλο μόριον, ἐνίοτε μὲν εἰς κύριον μεθισταμένων, ἐνίοτε δὲ εἰς ἄκυρον. αἱ μὲν οὖν εἰς τὰ κύρια μέρη μετάῤῥοιαι, διαφθείρουσι τὸ ἐπιεικὲς, αἱ δ’ ἐς τὰ μὴ κύρια δηλοῦσιν ἐν ᾧ καιρῷ μάλιστα χρὴ τὸν ἰατρὸν ἐπὶ τὰς κενώσεις ἰέναι τῶν λυπούντων χυμῶν ἢ κατὰ πλῆθος ἢ ποιότητα. τοῦτο μὲν οὖν, ὡς ἔφην, ἁπάντων νοσημάτων κοινόν. ὁ πτυελισμὸς δὲ γίνεται μὲν καὶ διὰ τὸ στόμα τῆς γαστρὸς ἀῤῥωστοῦν ἐφ’ ὑγρότητι, γίνεται δὲ καὶ διὰ τὸν ἐγκέφαλον ἐμπεπλησμένον ὑγρῶν, ἐξ ὦν συῤῥεῖ τι καὶ εἰς τὸ στόμα παραπλησίως τῷ κατὰ τοὺς φλεγμαίνοντας ὀφθαλμοὺς δακρύῳ λεπτῷ. νῦν οὖν ἐπειδὴ τοῖς φρενιτικοῖς ἔφη γίνεσθαι τὸν

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]