Adversus Julianum (Against Julian)
Kühn 1829
ἕπεσθαι φάσκοντος. ἡμεῖς δ’ αὖθις ἀναμνήσομεν
αὐτῶν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅμα πολλοῖς τοῖς
μετ’ αὐτὸν εὐκρασίαν μὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερμοῦ
καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. νοσήματα δὲ γίγνεσθαι
τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρημένων
ἢ ἐλλείποντος, εἶναι δὲ καὶ χυμοὺς ἐν τῷ σώματι,
τοὺς μὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναμιν, ἐνίους δὲ
θερμοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήμασιν. οὕτω Πλάτων
ἅμα τοῖς ὑπ’ αὐτοῦ πᾶσιν, οὕτως Ἀριστοτέλης ἅμα
τοῖς ἐκ τοῦ περιπάτου, οὕτω Ζήνων καὶ Χρύσιππος ἅμα
τοῖς ἄλλοις στωϊκοῖς ἐγίνωσκον. Ἰουλιανὸς δ’ οὐδ’ ἀνέγνω
τι βιβλίον ὧν εἶπον ἀνδρῶν, οὔθ’ ὅλως ἀκολούθου καὶ μαχομένου
σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ μὲν ἀναιρούσῃ
τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόμενα, τοῦθ’ ὑπάρχειν εἰπούσῃ
συμμετρίαν μέν τινα πόρων εἶναι τὴν ὑγείαν. ἐν
στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτὸ φερομένων συνίστασθαι
τὰ κατὰ διαίτην νοσήματα. πότερον οὖν Ἀριστοτέλους
καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων περιπατητικῶν
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]