Adversus Julianum (Against Julian)
Kühn 1829
τοῦ γεννήσαντος τὰς κοινότητας Θεμίσωνος μήτε τῶν ἀπ’
αὐτοῦ μηδενὸς, ἀλλὰ μήτε τῶν ἀμεθόδων Θεσσαλείων μηδενὸς
φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι
προσέθηκεν αὐταῖς ἄλλο ἢ ἀφεῖλεν ἢ μετεκόσμησέ πως. καίτοι
γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’
οὕτω σμικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς.
ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συμφέρονται, μόνος
οὖν ἀπολείπεται ὁ Θεσσαλὸς ἔχων οὐδένα, πρὶν ἄχρι λόγου
τοῦτον τὸν Ἰουλιανόν. ἔργῳ μὲν γὰρ ἐδείχθη καὶ οὗτος
ἐναντιώτατα λέγων αὐτῷ καὶ ὅστις περὶ τούτου πεισθῆναι
βούλεται, τοῖς περὶ τῆς μεθοδικῆς αἱρέσεως ὑπομνήμασιν
ἡμῶν ἐντυχέτω. ἀλλὰ καίτοι μόνος ὁ Θεσσαλὸς εἰ
φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζομένοις ἀπόδειξιν εἶναι τὸ
κριτήριον καὶ συμφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς
αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ μὲν οὐ προκαταγινώσκομεν,
ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος Ἱπποκράτους, ᾧ
πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων
μαρτυροῦσιν, ἀπιστήσομεν δ’ ἐκ μόνης διαφωνίας;
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]