In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
ὁ Ἱπποκράτης ὀλίγον ἔμπροσθεν· ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς
νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ, κατ’ ἐκείνην μὲν αὐτὴν λέξιν
οὐκ ἐδήλωσε, τίνος τῶν εἰρημένων τριῶν ἀρχῶν μνημονεύει.
νυνὶ δὲ γράψας, ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ
νοσήματος ἢ τριταίου ἢ τεταρταίου τὸ πρόσωπον τοιοῦτον
ᾖ, δῆλος ἐγένετο περὶ τῆς κατὰ πλάτος ἀρχῆς προειρηκώς·
αὕτη γὰρ μέχρι τῆς τρίτης ἡμέρας ἐκτείνεται. τηνικαῦτ’
οὖν οἷς εἶπεν ἔμπροσθεν, προστιθέναι ἀξιοῖ τὸν ἀπὸ τῶν
ἄλλων σημείων διορισμόν, ὑπὲρ ὧν εἰρήκει καὶ μή πω οἷόν
τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι. καταλέγει δὲ
ἐφεξῆς αὐτὰ διὰ τῶν ἐχομένων ῥήσεων τούτων.
Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν ἀπροαιρέτως
ἢ διαστρέφωνται ἢ θάτερος θατέρου ἐλάσσων γίνηται ἢ τὰ
λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πέλια ἢ μέλανα φλέβιά ἐν αὐτέοισιν
ἔχωσιν ἢ λῆμαι ἐόντες φαίνωνται περὶ τὰς ὄψιας
ἢ καὶ ἐναιωρεύμενοι ἢ ἐξίσκοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]