In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)
Kühn 1830
τοῦδε τὴν διήγησιν ἐποιησάμην τοῦ προοιμίου, πλὴν τοῦ
κατὰ τὸ θεῖον σημαινομένου, διὰ βραχυτάτων, ὅπερ εἶδος
ἐξηγήσεως λόγων ἁρμόττει τοῖς πεπαιδευμένοις μὲν τὰ πρῶτα,
σπεύδουσι δὲ ἐπὶ τὸ χρήσιμον τοῦ βιβλίου. τοῖς δέ γε
ἤτοι λέξεως Ἑλληνικῆς ἀήθεσιν ἢ καὶ τοῖς τῆς ἐν λόγοις
ἀκολουθίας ἀμαθέσιν ἢ τῶν μὲν χρησιμωτάτων μὲν ἀμελοῦσι,
διατρίβουσι δὲ καὶ νῦν ἑκόντες ἐν τοῖς σοφιστικωτέροις
τῶν λόγων, ἕτερος ἰδιαίτερος ἐξηγήσεώς ἐστι τρόπος,
ὁ διὰ μακροτέρων περαινόμενος, ὃν ὑπερβαίνειν ὅλον ἔξεστι
τοῖς ἐπὶ τὸ χρήσιμον σπεύδουσιν ἐπιλείψασι τὸ μεταξὺ τοῦ
βιβλίου, μέχρι περ ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ῥῆσιν, ἧς
ἡ ἀρχή· σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖσι ὀξέσι νουσήμασι.
τὸν ἰητρὸν δοκέει ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν. οὐ
κατὰ τὸ κοινὸν ἔθος τῶν Ἑλλήνων ὁ Ἱπποκράτης δοκεῖ
κεχρῆσθαι τῷ τῆς προνοίας ὀνόματι. τὴν γάρ τοι φροντίδα
καὶ τὴν ἐπιμέλειαν οὕτως ὀνομάζουσιν, ὥσπερ ἀμέλει
καὶ ὁ Εὐριπίδης ἐδήλωσεν εἰπών·
Work
Title: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 1-317
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_113.xml [576 Kb]