De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
δραχ. α΄. λεπίδος χαλκοῦ οὐγγίας β΄ S". λιβανωτοῦ οὐγγίαν
α΄ S". χαλβάνης οὐγγίαν α΄. ἐν ὄξει δριμεῖ προλελειωμένοις
τοῖς μεταλλικοῖς ἐπιμελῶς τακέντα καταχύσαι τὰ τηκτὰ,
τουτέστι τὸν κηρὸν καὶ τὴν χαλβάνην. τοῦτο τὸ φάρμακον
οὐκ οἶδα τίς ὁ συνθήκας ἐστίν. οὔτε γὰρ παρ’ Ἀσκληπιάδῃ
τῷ φαρμακίωνι τὴν γραφὴν εὗρον οὔτε παρὰ Πετρωνᾷ οὔτε
παρ’ Ἀνδρομάχῳ, καίτοι πάντων τῶν πρεσβυτέρων ἰατρῶν
ἄριστα φάρμακα γραψάντων. εὔδηλον δ’ ὅτι μήτε παρὰ
Ἥρᾳ τῷ Καππαδόκι, μηδὲ Μαντίᾳ, μηδὲ Ἡρακλείδῃ τῷ Ταραντίνῳ,
πολλὴν ἐμπειρίαν φαρμάκων ἐσχηκόσιν· ἀλλ’
οὐδὲ τοῖς περὶ τὸν Ἀρχιγένην, Φίλιππον ἤ τινα τῶν μαθητῶν
αὐτοῦ. καὶ Σωρανῷ δὲ τὰ περὶ φαρμάκων γεγραμμένα
ἀναγνοὺς ἅπαντα καὶ Μενεκράτει καὶ Κρίτωνι καὶ Δαμοκράτει
καὶ τοῖς ἄλλοις ὅσοι δόξαν ἴσχουσιν ἐπὶ τῇ γνώσει
τῶν φαρμάκων παρ’ οὐδενὶ τουτὶ τὸ γεγραμμένον ἄρτι
φάρμακον εὗρον. ἃ δ’ ἐστὶ παρὰ τοῖς ἀνδράσιν οἷς εἶπον
ἐφεξῆς γεγραμμένα δηλώσω, τὴν ἀρχὴν δὲ ἀπὸ τοῦ φαρμακίωνος
Ἀσκληπιάδου ποιήσομαι κατὰ τὸ τρίτον τῶν ἐντὸς
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]