Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

εἶναι κρεῖττον τῶν ἀτροφωτέρων τε καὶ ἀκαρποτέρων, ἀραιῶν τε καὶ κούφων καὶ διαφθειρομένων ταχέως. ὄνος γὰρ ἂν εἴη σαφῶς ὁ μηδὲν τούτων ἐννοῆσαι δυνάμενος. ὥσπερ γε καὶ κατὰ τὴν γεῦσίν τε καὶ ὄσφρησιν οὐδὲν χαλεπὸν ἐννοῆσαι τὸ ἄριστον, ἑορακότας πολλάκις ταὐτόν. ἐν ᾧ γὰρ τῶν ἄλλων διαφέρει κατ' ὀσμὴν ἢ γεῦσιν ἕκαστον τῶν φαρμάκων, ἐν ἐκείνῳ σφοδρυνόμενον πρωτεύει τῶν ὁμοειδῶν. οὕτω γοῦν καὶ τὸ μέλι λέγομεν ἄριστον εἶναι τὸ γλυκύτατόν τε καὶ δριμύτατον τῶν ἄλλων ἁπάντων, ἐπειδὴ τὸ γένος αὐτοῦ τὴν ἐν γλυκύτητι τοιαύτην ὑπεροχὴν ἔχειν φαίνεται. ὅταν οὖν ἐκ γλυκειῶν φύσει σταφυλῶν τὸ γλεῦκος εἰς ἥμισυ μέρος ἢ καὶ τρίτον ἑψηθείη, γλυκύτητι μὲν οὐδὲν ἀποδεῖ μέλιτος, ἀμβλὺ δ' ἐστὶ καὶ ἄδηκτον, ὥσπερ τὸ ὕδωρ· ἀλλ' οὐ τό γε μέλι τοιοῦτον· ἔχει γάρ τινα δριμύτητα μετὰ τῆς γλυκύτητος, ὥστε ἄριστόν ἐστι τὸ πρωτεῦον ἐν τούτοις, καὶ πρῶτά γε αὐτῶν τὰ γνωρίσματα τῆς οἰκείας ἀρετῆς ἐκ τούτων ἔσται. κατὰ συμβεβηκὸς δέ τι καὶ παρεπόμενον αὐτῇ κατὰ χροιὰν καὶ σύστασιν καὶ

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]