Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

ὀσμὴν καὶ τὴν οἷον ἀλληλουχίαν τῶν μορίων. ὠχρὸν μὲν οὖν ἐστι τῇ χροιᾷ, τῇ συστάσει δὲ οὔτε παχὺ καὶ θρομβῶδες οὔτε λίαν ὑγρὸν ἡνωμένον τε δι' ὅλου καὶ γλίσχρον, ὡς ἐάν γε βαστάσας ἀπ' αὐτοῦ τῷ δακτύλῳ ῥεῖν ἐπιτρέψῃς, κατατείνεσθαι συνεχὲς αὐτὸ, καθάπερ ἰξὸν, οὐ διασπώμενον, οὐδὲ ἀποῤῥηγνύμενον, ἀλλ' οὐ διὰ ταῦτ' ἔστιν ἄριστον, ἀλλ' ὅτι τὸ κατὰ τὴν οἰκείαν φύσιν ἄριστον μέλι ταῦτ' ἔχει συμβεβηκότα διὰ παντὸς ἑαυτῷ, καὶ διὰ τοῦτο γνωρίσματα γίνεται τοῦ βελτίστου. διὸ καὶ πολλάκις ἑωρᾶσθαί φημι δεῖν ἕκαστον τῶν ἁπλῶν φαρμάκων, ἵνα διὰ μνήμης ἔχωμεν εἰς ὅσον ἥκει δριμύτητος, ἢ γλυκύτητος, ἤ τινος τῶν ἄλλων αἰσθητῶν ποιοτήτων, ὧν τὸ ποσὸν ἀδύνατον λόγῳ δηλωθῆναι. προσέρχεται δέ τις καὶ ἄλλη κρίσις τῆς ἑκάστου φαρμάκου δυνάμεως ἐξ ἐμπειρίας πολυχρονίου, μηδὲν ὑπὸ τοῦ λόγου βοηθουμένη. τὸ γοῦν ἀπὸ Κνίδου κάλλιστον μέλι φαινόμενον οἷς εἶπον ἄρτι γνωρίσμασιν, ὡς ἐγγὺς εἶναι τῷ Θασίῳ τε καὶ Ὑμηττίῳ, κακίαν οὐ μικρὰν ἐνδείκνυται χρονίζον, εἰς οἰνώδη μεταβάλλον ποιότητα. παραπλήσιον

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]