Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

δέ τι πέπονθεν αὐτῷ καὶ τὸ Ῥόδιον. ὥστε τις ἐμβαλὼν τούτου τοῦ μέλιτος εἰς τὴν θηριακὴν. εἶτα μετὰ γ΄ ἐνιαυτὸν εὑρὼν αὐτὴν οἰνίζουσαν, οὐ κατὰ τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμὴν ἔδειξέ μοι, κᾀγὼ θεασάμενος εἶπον τὸ γεγονὸς αὐτῷ παρὰ τοῦ βεβλημένου μέλιτος, ὥστε θαυμάσαι τὸν ἄνθρωπον. ἔτι δὲ προσεπυθόμην, εἴ γε ἐπὶ πλέον ἥψησέ τε καὶ ἀπήφρισεν αὐτό. προσωμολόγει δὲ καὶ ταῦτα, καὶ διὰ τοῦτο ἐθαύμαζε μὲν ὥς τι σοφὸν ἀκηκοὼς παρ' ἐμοῦ, κατέγνω δὲ τῆς ἑαυτοῦ προπετείας, ἐπιχειρήσαντος σκευάζειν φάρμακον ἐκ μόνης τῆς γραφῆς. ἄλλως δ' ὀξώδη γενομένην, ἣν ἐσκεύασε θηριακὴν ἔδειξέ μοι, πυνθανόμενος τὴν αἰτίαν. ἀκούσας οὖν παρ' ἐμοῦ πλείονα τοῦ δέοντος ἐμβεβλῆσθαι οἶνον, καὶ τοῦτον οὐκ ἄριστον οὐδὲ παλαιὸν, ἴσως δὲ καὶ ἄρτου μὴ καλῶς κατεσκευασμένου, πλέον μεμίχθαι τῇ σαρκὶ τῶν ἐχιδνῶν, ὁμολογήσας οὕτως ἔχειν, ἑαυτοῦ κατέγνω τῆς προπετείας.

[Ὁποῖον δεῖ τὸν οἶνον ἐμβαλεῖν ταῖς ἀντιδότοις.]

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]