
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
τε αὐτῇ καὶ ἰσχυροτέρᾳ χρῆσθαι θέλοντες, καὶ
ἐτῶν που πέντε καὶ ἑπτὰ τὸν χρόνον ἐχούσῃ, οὕτως ἐχρήσαντο,
καὶ μάλιστα ἐπὶ τῶν θηριοδήκτων τε καὶ λυσσοδήκτων
καὶ τῶν φαρμάκων τῶν δηλητηρίων. ἰσχυρὰν γὰρ
οὗτοι τὴν ἀπὸ τῶν τοιούτων βλάβην ἔχοντες, δυνατωτέρας
καὶ τῆς ἀπὸ τοῦ φαρμάκου βοηθείας χρείαν ἔχουσιν. ἔστι
δὲ δυνατὸν τὸ φάρμακον ἕως ἐτῶν τριάκοντα. ὡς ἐπί γε
τῶν ἄλλων παθῶν, ὅπου μὴ τηλικαύτη ἐστὶν ἡ τοῦ βλάπτειν
αἰτία, αὐτάρκης εἶναι δοκεῖ καὶ ἐτῶν ἑξήκοντα χρόνος
εἰς τὴν χρῆσιν τοῦ φαρμάκου. πάνυ γὰρ τὸ πέρας τοῦ
τοσούτου διαστήματος ἐξίτηλόν τε καὶ ἄτονον πρὸς τὸ βοηθῆσαι
ποιεῖ τὸ φάρμακον. πολλοὶ γοῦν τινές αὐτῆς τὴν
δύναμιν κρῖναι θέλοντες πρῶτον διδόντες τὶ τῶν καθαρτικῶν
φαρμάκων, εἶτα ἐπιδιδόντες τὶ τῆς ἀντιδότου πιεῖν,
οὕτως αὐτῆς ποιοῦνται τὴν κρίσιν. εἰ μὲν γὰρ εὔτονος καὶ
ἀκμαία εἴη οὐδ᾿ ὅλως ἀφίησι τὴν κάθαρσιν γενέσθαι, ἐκνικῶσα
τῷ ἑαυτῆς δυνατῷ τοῦ καθαρτικοῦ φαρμάκου
τὴν ἰσχύν. εἰ δὲ οὕτως καθαρθείη, ὡς μηδὲ τὴν ἀντίδοτον
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]