
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
ἀκριβῶς ἐξευρισκομένης; διὸ καὶ ὁ μεθοδικῷ θεραπεύοντι
κακῶς ἐμπεσὼν ἄθλιος, ὥσπερ ἀλόγῳ τινὶ καὶ αὐτῷ
ὄντι θηρίῳ, πάντως τεθνήξεται, ἀκολούθως ἀπολλύμενος
αὐτοῦ τῇ αἱρέσει, ἐπεὶ διὰ τὴν ἀκολουθίαν τοῦ δόγματος
ἐξετάζειν τὴν αἰτίαν οὐ βούλεται. ὁ δὲ εὐτυχῶς τῷ μετὰ
λόγου θεραπεύοντι προσελθὼν οὔτε τοῖς οὕτω πονηροῖς
συμπτώμασιν ἁλώσεται ῥᾳδίως καὶ τὸν θάνατον ἐκφεύξεται
διὰ τὴν τοῦ λογικοῦ ἰατροῦ τέχνην. παραλαβὼν γὰρ αὐτὸν
ὁ τοιοῦτος ἰατρὸς εὐθέως ἀκριβῶς ἐξετάσει ὁποῖός τις
ἦν αὐτὸν ὁ κατεδηδοκὼς κύων. εἰ γὰρ ἀκούσεις ὅτι ἰσχνὸς
μὲν καὶ κατάξηρος τῷ σώματι, καὶ τοῖς ὄμμασιν ἐξέρυθρος,
καὶ τὴν οὐρὰν παρειμένος καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος
ἔχων ῥέοντα, μάθοις δὲ ὅτι καὶ τὴν γλῶτταν ἔξω εἶχε προβεβλημένην
καὶ ὥσπερ χολὴν κεχρωσμένην, ἐμπίπτων τε τοῖς
ἐντυγχάνουσι καὶ ἀλόγως τρέχων, εἶτα πάλιν αἰφνίδιον ἑστάναι
θέλων καὶ δάκνων μετ᾿ ὀργῆς τινος μανικωτέρας ἀπροοράτους
αὐτοῦ γενομένους, εἰ ταῦτα ἀκούσῃς οὕτως ἔχοντα,
εὐθέως μὲν συνήσεις λυττῶντα γεγονέναι τὸν κύνα. θεραπεύσεις
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]