
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
τῶν κρεῶν καὶ τῶν ἰχθύων αἱ σάρκες ὠμὰ μὲν ὄντα πρὸς
τὴν χρείαν τῆς ὀρέξεως ἄχρηστά ἐστιν, ὀπτηθέντα δὲ τότε
γίγνονται καὶ τῶν σωμάτων τροφαί. ὁ δὲ οἶνος καὶ
αὐτὸς εὐθέως μὲν καὶ ἀπὸ τῶν βοτρύων ἐκθλιβεὶς ὠμὸς
καὶ ἄπεπτός ἐστι, πεφθεὶς δὲ τῷ τοῦ ἡλίου πυρὶ τότε καὶ
ἥδιστος καὶ ποτιμώτατος γίγνεται. ὅτι δὲ πολλὰ
καὶ τῶν ἐν τῇ τέχνῃ φαρμάκων τὴν ἀρχαίαν ἑαυτῶν φύσιν
ἔχοντα δριμύτατά τέ ἐστι καὶ πολέμια τοῖς σώμασιν ἡ
πεῖρα διδάσκει· κολασθέντα δὲ τῇ τοῦ πυρὸς ἀνάγκῃ εὔχρηστα
πρὸς θεραπείαν γίνεται. ἡ γοῦν χαλκῖτις ὠμὴ μὲν
καίει τὰ σώματα καὶ ῥᾳδίως τὰς ἐσχάρας ἀπεργάζεται, ὀπτηθεῖσα
δὲ ἐπουλοῖ τὰ ἕλκη· καὶ ὁ ἀπὸ τῆς Φρυγίας λίθος
ὠμὸς μὲν ὢν δριμύτατός ἐστιν, ἀνθρακούμενος δὲ καὶ λειούμενος
μετ᾿ ἄλλων τινῶν ἀγαθὸν γίνεται τῶν ὀφθαλμῶν
φάρμακον. ἡ δὲ ἀπὸ τοῦ καιομένου σπόγγου γιγνομένη σποδιὰ
καρτερῶς τὰς αἱμοῤῥαγίας εἴωθεν ἐπέχειν. τὸ αὐτό
μοι δοκεῖ καὶ ἐπὶ τῶν θηριακῶν ἁλῶν γίγνεσθαι νομίζειν.
πάντα γὰρ ὁμοῦ καιόμενα καὶ ὁλόκληρα συναπτόμενα τὰ
θηρία τὴν μὲν ὑπερτεταμένην καὶ πονηρὰν τοῖς σώμασι
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]