Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

ὀστέου ὑπογενόμενον φλέγμα ἐναποξηρανθῇ· ταύτῃ γὰρ ἀραιὸν γίνεται, καὶ ἐκλείπει ἐξ αὐτέου ἡ ἰκμὰς πᾶσα, καὶ ἅτε ξηροῦ ἐόντος ἀφίσταται τὸ δέρμα ἀπ’ αὐτοῦ. Αὕτη ἡ νοῦσος οὐ θανάσιμός ἐστιν.

8. Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τῆς κεφαλῆς τὸ πρόσθεν, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁμαλῶς ὁρᾷ, καὶ κομαίνει, καὶ αἱ φλέβες σφύζουσι, καὶ πυρετὸς ἴσχει βληχρὸς, καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ταῦτα πάσχει, ὅταν αἱ ἐν τῇ κεφαλῇ φλέβες θερμανθῶσιν καὶ θερμανθεῖσαι εἰρύσωσι φλέγμα ἐς ἑωυτάς. Ἡ μὲν οὖν ἀρχὴ τῆς νούσου ἐκ τούτου γίνεται· τὸ δὲ ἔμπροσθεν τῆς κεφαλῆς διὰ τόδε ἀλγέει, ὅτι αἱ φλέβες ταύτῃ εἰσὶν αἱ παχύταται, καὶ ὁ ἐγκέφαλος ἐς τὸ πρόσω μᾶλλον κεῖται τῆς κεφαλῆς ἢ ἐς τοὔπισθεν· καὶ τοῖσιν ὀφθαλμοῖσι διὰ τοῦτο οὐχ ὁρᾷ προκειμένου τοῦ ἐγκεφάλου καὶ φλεγμαίνοντος. Τὸ δὲ σῶμα διὰ τόδε ἀκρασίαι ἴσχουσιν· αἱ φλέβες ἐπὴν ἐς ἑωυτὰς ἐρύσωσι φλέγμα, ἀνάγκη ὑπὸ ψυχρότητος τοῦ φλέγματος τὸ αἷμα ἑστάναι μᾶλλον νῦν ἢ ἐν τῷ πρὶν χρόνῳ καὶ ἐψῦχθαι· μὴ κινεομένου δὲ τοῦ αἵματος, οὐχ οἷόν τε μὴ οὐχὶ καὶ τὸ σῶμα ἀτρεμίζειν καὶ κεκωφῶσθαι. Καὶ ἢν μὲν τὸ αἷμα καὶ τὸ ἄλλο σῶμα κρατήσῃ ὥστε διαθερμανθῆναι, διαφεύγει· ἢν δὲ τὸ φλέγμα κρατήσῃ, ἐπιψύχεται μᾶλλον τὸ αἷμα καὶ πήγνυται· καὶ ἢν ἐς τοῦτο ἐπιδιδῷ ψυχόμενον καὶ πηγνύμενον, πήγνυται παντελῶς καὶ ἐκψύχεται ὥνθρωπος καὶ ἀποθνήσκει.

9. Κυνάγχη· κυνάγχη δὲ γίνεται ὅταν ἐν τῇ κεφαλῇ φλέγμα κινηθὲν ῥυῇ ἅλες κάτω καὶ στῇ ἐν τῇσι σιαγόσι καὶ περὶ τὸν τράχηλον. Οὗτος οὔτε τὸ σίελον δύναται καταπίνειν, ἀναπνεῖ δέ τε βιαίως καὶ ῥέγχει, καὶ ἔστιν ὅτε καὶ πυρετὸς αὐτὸν ἴσχει. Τὸ μὲν οὖν νούσημα

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]