Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

οὗ φλέγμα καὶ χολὴ καθαρεῖται ἄνω· ἢν μὲν ψῦχος ἔῃ, προπυριήσας καὶ λούσας θερμῷ· ἔπειτα διαλείπων ἡμέρας τρεῖς τὴν κεφαλὴν καθῆραι· μετὰ δὲ κάτω φάρμακον πῖσαι· ἢν δὲ ὥρη ἔῃ, καὶ ὀῤῥὸν μεταπιέτω· εἰ δὲ μὴ, γάλα ὄνου· μετὰ δὲ τὰς καθάρσιας σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ διαχωρητικωτάτοισι, καὶ ἀλουτεέτω. Ἢν δὲ ἡ κεφαλὴ ἥλκωται, τρύγα κατακαίων οἰνηρὴν, σμῆγμα ποιέων, σύμμισγε τῆς βαλάνου τὸ ἔκλεμμα λεῖον τρίβων, λίτρον συμμίσγων ἴσον, ἀποσμήξας τούτοισι, λούσθω πολλῷ θερμῷ. Χριέσθω δὲ τὴν κεφαλὴν, δαφνίδας τρίψας καὶ κηκίδας καὶ σμύρναν καὶ λιβανωτὸν καὶ ἀργυρίου ἄνθος καὶ ὕειον ἄλειφα καὶ δάφνινον ἔλαιον· ταῦτα μίξας χρίειν. Τὸν δὲ μετὰ ταῦτα χρόνον ἐμέτοισι χρήσθω τρὶς τοῦ μηνὸς, καὶ γυμναζέσθω καὶ θερμολουτεέτω. Ἢν δέ σοι τάδε ποιέοντι ἐκ μὲν τοῦ ἄλλου σώματος ἡ νοῦσος ἐξεληλύθῃ, ἐν δὲ τῇ κεφαλῇ ἔτι ἕλκεά οἱ γίνηται, καθήρας τὴν κεφαλὴν αὖθις, φάρμακον κάτω μεταπῖσαι· ἔπειτα ξυρήσας τὴν κεφαλὴν, καταταμέειν τομὰς ἀραιὰς, καὶ ἐπὴν ἀποῤῥυῇ τὸ αἷμα, ἀνατρῖψαι· ἔπειτα εἴρια πινόεντα οἴνῳ ῥαίνων ἐπιδεῖν, καὶ ἐπὴν ἀπολύσῃς, περισπογγίζειν καὶ μὴ βρέχειν· ἔπειτα κυπάρισσον ἐπιπάσσειν ἐλαίῳ ὑποχρίων· τοῖσι δὲ εἰρίοισιν ἐπιδέσμοισι χρήσθω, ἔστ’ ἂν ὑγιὴς γένηται.

14. Ἄλλη νοῦσος· περιωδυνίη λαμβάνει τὴν κεφαλὴν, καὶ ἐπὴν κινήσῃ τις ἧσσον [ἢ πλέον], ἐμέει χολήν· ἐνίοτε δὲ καὶ δυσουρέει καὶ παραφρονέει· ἐπὴν δ’ ἑβδομαῖος γένηται, ἐνίοτε ἀποθνήσκει· ἢν δὲ τὴν ἑβδόμην διίῃ, ἐνναταῖος ἢ ἑνδεκαταῖος, ἢν μή οἱ ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα. Ἢν δὲ ῥαγῇ, ὑπεκφυγγάνει· ῥεῖ δὲ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]