Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

18. Ἑτέρη νοῦσος· ἢν ὑπερεμήσωσιν αἱ φλέβες ἐν τῇ κεφαλῇ, ὀδύνη ἔχει βραχέη τὴν κεφαλὴν πᾶσαν καὶ ἐς τὸν τράχηλον, καὶ μεταβάλλει ἄλλοτε ἄλλῃ τῆς κεφαλῆς, καὶ ἐπειδὰν ἀναστῇ, σκοτοδινίη μιν ἴσχει, πυρετὸς δὲ οὐ λαμβάνει. Ὅταν οὖν οὕτως ἔχῃ, ξυρήσας τὴν κεφαλὴν, ἢν μὴ τοῖσι χλιάσμασιν ὑπακούῃ, σχίσαι ἀπὸ τῆς κεφαλῆς τὸ μέτωπον, ᾗ ἀπολήγει τὸ δασύ· ἐπὴν δὲ τάμῃς, διαστείλας τὸ δέρμα, ὅταν ἀποῤῥυῇ τὸ αἷμα, ἁλσὶ λεπτοῖσι διαπάσαι· ἐπὴν δέ σοι τὸ αἷμα ἀποῤῥυῇ, συνθεὶς τὴν τομὴν, κρόκῃ διπλῇ κατειλίξαι πᾶσαν αὐτήν· ἔπειτα περιχρίσας τῇ κηροπίσσῳ σπληνίσκον, ἐπιθεὶς κάτω ἐπὶ τῷ ἕλκει, εἴριον πινόεν ἐπιτιθεὶς, καταδῆσαι, καὶ μὴ λῦσαι ἄχρις ἑπτὰ ἡμερέων, ἢν μὴ ὀδύνη ἔχῃ· ἢν δὲ ἔχῃ, ἀπολύσασθαι. Διδόναι δὲ, ἔστ’ ἂν ὑγιὴς γένηται, πίνειν μὲν τὸ ἀπὸ τοῦ κρίμνου, ῥοφάνειν δὲ τὸν χυλὸν τῆς πτισάνης καὶ ἐπιπίνειν ὕδωρ.

19. Ἑτέρη νοῦσος· ἢν δὲ χολᾷ ὁ ἐγκέφαλος, πυρετὸς ἴσχει βληχρὸς καὶ ῥῖγος καὶ ὀδύνη διὰ τῆς κεφαλῆς πάσης, μάλιστα δὲ ἐς τοὺς κροτάφους καὶ ἐς τὸ βρέγμα καὶ ἐς τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ αἱ ὀφρύες ἐπικρέμασθαι δοκέουσι, καὶ ἐς τὰ ὦτα ὀδύνη ἐσφοιτᾷ ἐνίοτε, καὶ κατὰ τὰς ῥῖνας χολὴ ῥεῖ, καὶ ἀμβλυώσσουσι τοῖσιν ὀφθαλμοῖσι· καὶ τοῖσι μὲν πλείστοισιν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς ἡ ὀδύνη ἐσφοιτᾷ, γίνεται δὲ καὶ ἐν πάσῃ τῇ κεφαλῇ. Ὅταν οὕτως ἔχῃ, ψύγματά οἱ προστιθέναι πρὸς τὴν κεφαλὴν, καὶ ἐπὴν ἥ τε ὀδύνη καὶ τὸ ῥεῦμα παύηται, σελίνου χυλὸν ἐς τὰς ῥῖνας ἐνστάζειν, καὶ ἀλουτεέτω ἕως ἂν ἡ ὀδύνη ἔχῃ, καὶ ῥοφανέτω κέγχρον λεπτὸν, μέλι ὀλίγον παραχέων, καὶ πινέτω ὕδωρ· ἢν δὲ μὴ ὑποχωρέῃ, κράμβας ἐσθιέτω

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]