Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

καὶ τὸν χυλὸν ῥοφανέτω· ἢν δὲ μὴ, τῆς ἀκτῆς τῶν φύλλων τὸν αὐτὸν τρόπον, καὶ ἐπήν σοι δοκέῃ καιρὸς εἶναι, σιτία προσφέρειν οἱ ὡς ὑποχωρητικώτατα· καὶ ἢν, ἀπηλλαγμένου τοῦ ῥεύματος καὶ τῇς ὀδύνης, ὑπὲρ τῆς ὀφρύος αὐτῷ βάρος ἐγγένηται ἢ μύξα παχέη καὶ σαπρὴ, πυριήσας αὐτὸν ὄξει καὶ ὕδατι καὶ ὀριγάνῳ, ἔπειτα λούσας θερμῷ ὕδατι, προσθεῖναι τὸ ἄνθος τοῦ χαλκοῦ καὶ τὴν σμύρναν πρὸς τὰς ῥῖνας. Ταῦτα ποιήσας, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος οὐ θανατώδης.

20. Ἑτέρη νοῦσος· ἢν σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη λάζεται ἐκ τῆς κοτίδος ἐς τὴν ῥάχιν, καὶ ἐπὶ τὴν καρδίην καταφοιτᾷ ψῦχος, καὶ ἱδρὼς ἐξαπίνης, καὶ ἄπνοος τελέθει, καὶ διὰ τῶν ῥινῶν αἷμα ῥεῖ· πολλοὶ δὲ καὶ ἐμέουσιν. Οὗτος ἐν τρισὶν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ τὰς ἑπτὰ ἡμέρας ὑπερφύγῃ, οὐχ ὑπερφεύγουσι δὲ οἱ πολλοὶ, ἢν οὖν τὸ αἷμα ἐμέῃ ἢ ἐκ τῶν ῥινῶν ῥέῃ, μήτε λούειν αὐτὸν θερμῷ, μήτε χλιάσματα προσφέρειν, πίνειν δὲ διδόναι ὄξος λευκὸν ὑδαρὲς κιρνὰς, καὶ ἢν ἀσθενέῃ, τῆς πτισάνης ῥοφάνειν. Ἢν δὲ πλεῖόν σοι δοκέῃ τοῦ δικαίου ἐμέειν τὸ αἷμα ἢ ἐκ τῶν ῥινῶν οἱ ῥέῃ, ἀπὸ μὲν τοῦ ἐμέτου πινέτω ἄλητον σιτάνιον ἐπὶ ὕδωρ ἐπιπάσσων· ἢν δὲ ἐκ τῶν ῥινῶν ῥέῃ, καὶ ἀποδείτω τὰς φλέβας τὰς ἐν τοῖσι βραχίοσι καὶ τὰς ἐν τοῖσι κροτάφοισι, σπλῆνα ὑποτιθείς. Ἢν δὲ τούτων οἱ μηδ’ ἕτερον ἔῃ, ἀλγέῃ δὲ τὴν κοτίδα καὶ τὸν τράχηλον καὶ τὴν ῥάχιν, καὶ ἐπὶ τὴν καρδίην ἴῃ τὸ ψῦχος, χλιαίνειν ἐν τοῖσιν ὀρόβοισι τὰ στέρνα καὶ τὸ νῶτον καὶ τὴν κοτίδα καὶ τὸν τράχηλον. Ταῦτα ποιέων μάλιστα ἂν ὠφελέοις· ἐκφεύγουσι δὲ τὴν τοιαύτην νοῦσον ὀλίγοι.

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]