Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis III (Diseases III)

Littré 1851

ἐν χύτρῃ μείζονι θεὶς πλέῃ ὕδατος, ἐπιχέας ἕτερον ὕδωρ τοῖσιν ὀρόβοισιν, ἕψε ὀλίγον χρόνον, εἶτα ἀποχέας τὸ τρίτον μέρος, ἐπειδὰν κάθεφθοι ἔωσιν οἱ ὄροβοι, ψύξας δίδου, κατὰ κύαθον ἐπιπάσσων τῆς τοῦ σικύου πάλης τὴν ἐκ τῶν ὀρόβων πάλην· τοῦτο δὲ βεβαίως δίψαν παύει. Τοῦτο δὲ, Θάσιον οἶνον παλαιὸν, πέντε καὶ εἴκοσιν ὕδατος καὶ ἕνα οἴνου δίδου. Τοῦτο δὲ, τρίφυλλον, τὸ σικυῶδες ἐν ὕδατι καὶ κρίμνα κριθέων βρέχων δίδου. Τοῦτο δὲ, σέλινα, ὅσον τρὶς τῇ χειρὶ περιλαβεῖν, καὶ γλήχους δραχμίδας δύο ἑψῶν ἐν ὄξους κοτύλῃσι δέκα ἕως τρίτον μέρος λείπῃς· τοῦτο μέλιτι καὶ ὕδατι κεραννὺς ὑδαρὲς πινέτω, ἀδιάντου δραχμίδα ἐμβαλών· τοῦτο οὖρον ἄγει και τὴν κοιλίην λύει. Τοῦτο δὲ, μῆλα εὐώδεα γλυκέα, φλάσας, καὶ ἐν ὕδατι ἀποβρέξας, δίδου πίνειν τὸ ὕδωρ. Τοῦτο δὲ, μῆλα κυδώνια ὡσαύτως, ἢν ἡ κοιλίη λελυμένη ᾖ, ἐν πυρετῷ καυσώδεϊ. Ἰκτέρου δε ἐπιλαβόντος, ἀστάφιδος λευκῆς ἄνευ γιγάρτων καὶ ἐρεβίνθων λευκῶν, ἡμικοτύλιον ἀμφοτέρων, καὶ κριθέων ἀχιλληΐδων ἴσον, καὶ κνίκου ἴσον, ὕδατος κοτύλας δέκα, καὶ σέλινα, καὶ μίνθην, καὶ κορίανον, ὀλίγον ἑκάστου ἀνατρίβειν, ἕως ἂν ἠρέμα γλυκανθῇ, καὶ ἀδιάντου δραχμίδα ὕστερον ἐμβαλὼν, αἰθριήσας δίδου. Τοῦτο δὲ καὶ τὰ τούτοισιν ὅμοια μιμέεσθαι· πάντα δὲ τῷ πυρέσσοντι ᾐθριασμένα δίδου, πλὴν οἷσιν αἱ κοιλίαι μᾶλλον τοῦ δέοντος ῥέουσιν. Τοῦτο δὲ, γλήχους δραχμίδας τρεῖς, σελίνου διπλάσιον, ἐν οἴνῳ κεκρημένῳ ἑψῶν δίδου· τοῦτο καὶ οὐρέεται καὶ διὰ τῆς κοιλίης χολἥν ἄγει.

Work

Title: Hippocrates: De Morbis III
English: Diseases III
Original: Περὶ νούσων τὸ τρίτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 118-160

Publisher: Baillière, Paris

Download

Hipp-Gr_049.xml [66 Kb]