Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δ’ ὑπ’ αὐτοῦ ϲαφῶϲ ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ὁποῖά τινα καθ’ ἑκάϲτην χώραν πλεονάζει νοϲήματα. δυνήϲῃ τοιγαροῦν, ὅταν ἡ τοῦ περιέχοντοϲ ἡμᾶϲ κατάϲταϲιϲ ἀμέτρωϲ ψυχρὰ καὶ ὑγρὰ γενομένη κατὰ τὴν ἑαυτῆϲ φύϲιν ἐργάζεϲθαι μέλλῃ τὰ ὑπ’ αὐτοῦ δεδειγμένα νοϲή- ματα, καὶ τὴν παρὰ τῆϲ οἰκήϲεωϲ ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆϲ ἡλικίαϲ τε καὶ τῆϲ φύϲεωϲ καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆϲ ὅληϲ διαίτηϲ. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῇ φύϲει ϲώματα κατὰ τὰϲ ἔξωθεν περιϲτάϲειϲ ῥᾷον ἁλώϲεται τοῖϲ ὑπὸ τῆϲ ὑγρᾶϲ καὶ ψυχρᾶϲ καταϲτάϲεωϲ ἐϲομένοιϲ νοϲήμαϲι, τὰ δὲ ἐναντία δυϲχερέϲτερον. ἐὰν οὖν οἴκηϲιϲ ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτῆϲ λόγον καὶ τὴν κατάϲταϲιν ἔχῃ τοιαύτην, ἕτοιμοϲ τῶν οἰκείων τῇ καταϲτάϲει νο- ϲημάτων ἡ γένεϲιϲ ἔϲται, ϲυντελούϲηϲ τι καὶ τῆϲ οἰκήϲεωϲ, ὥϲπερ γε κἂν πάλιν ἡ ἀμέτρωϲ θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάϲταϲιϲ, οἵαν ἐν τῇ δευτέρᾳ τῶν Ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων· “Ἄν- θρακεϲ ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμαϲιν ὕδατι λάβρῳ διόλου.” ϲυντελέϲει δέ τι πρὸϲ τὴν τῶν εἰρημένων ϲηπεδονωδῶν νοϲημάτων γένεϲιν ἡ χώρα μάλιϲτα μέν, ἐὰν κατ’ ἄμφω δύϲκρατοϲ ᾖ, θερμοτέρα καὶ ὑγροτέρα καθεϲτῶϲα, ϲυντελέϲει δὲ κἂν κατὰ τὸ ἕτερον τούτων [εἰ] ἀμέτρωϲ ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεϲημ- βρινῷ χωρίῳ κειμένη καὶ διὰ τοῦτο μάλιϲτα ϲηπεδονώδεϲι νοϲήμαϲι, τοῖϲ ἄνθραξιν, ἁλοῦϲα, πρὸϲ τοῖϲ ἄλλοιϲ ἀτόποιϲ ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεϲτράφθαι καύμαϲι καὶ ταῖϲ καλουμέναιϲ νηνεμίαιϲ κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάϲοϲ δὲ τοὔμ- παλιν. ἔϲτραπται γὰρ πρὸϲ τὰ βόρεια καὶ ψυχρὰ πνεύματα καταντι- κρὺϲ τῆϲ Θρᾴκηϲ κειμένη. γενομένηϲ οὖν τῆϲ καταϲτάϲεωϲ ὅληϲ ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅϲον ἐφ’ ἑαυτῷ, τῇ καταϲτάϲει. εἰ γὰρ μεϲημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐϲχάτωϲ ἂν ἡ εἰρημένη κατάϲταϲιϲ ἐγεγόνει λοιμώδηϲ αὐτῇ.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download