Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ἔαρ δὲ νότιον ψυχεινόν, μικρὰ ὕϲματα.

*** Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον, οὐχ ὡϲ οὐδ’ ὅλωϲ ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλ’ ὡϲ ὀλιγίϲτων ἐν ἀρχῇ καὶ οὕτωϲ ὀλίγων, ὥϲτε τὴν ὅλην κατάϲταϲιν τῆϲ ὥραϲ ἐκείνηϲ νό- τιον εἰπεῖν.

Θέροϲ ὡϲ τὸ πολὺ ἐπινέφελον· ἀνυδρίαι· ἐτηϲίαι ὀλίγα ϲμικρὰ διεϲπαϲμένωϲ ἔπνευϲαν.

Εἴ τιϲ ἅπαντα τὰ περὶ τοῦ θέρουϲ εἰρημένα ϲυνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι.

Γενομένηϲ δὲ τῆϲ ἀγωγῆϲ ὅληϲ ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν.

Οὐχ ὡϲ οὐδέποτε γενομένηϲ ἐκδοχῆϲ ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡϲ ὀλιγίϲτων παντάπαϲιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰϲημερίαν ἄχρι πλει- άδοϲ πᾶϲ ὁ λοιπὸϲ ἐπικρατοῦϲαν ἔϲχηκεν ἱκανῶϲ τὴν ἀνυδρίαν. ἀγω- γὴν δὲ δηλονότι τὴν κατάϲταϲιν ὠνόμαϲε τοῦ περιέχοντοϲ. εἴπερ οὖν ἀληθέϲ ἐϲτιν ὡϲαύτωϲ τῷ περιέχοντι ϲυνεξαλλοιοῦϲθαι τὰ τῶν ζῴων ϲώματα, κατὰ μὲν τοὺϲ ὄμβρουϲ ὑγρότερα γενήϲονται, κατὰ δὲ τοὺϲ αὐχμοὺϲ ξηρότερα, καὶ κατὰ μὲν τὰϲ θερμότηταϲ ἐπικρατούϲαϲ ἡ κε- φαλὴ καρωδεϲτάτη, κατὰ δὲ τὰϲ ψυχρότηταϲ αὕτη μὲν ἔϲται κουφο- τάτη, τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα μόρια πονήϲει. τῇ τοίνυν εἰρημένῃ καταϲτάϲει, περὶ ἧϲ πρόκειται ϲκοπεῖϲθαι, μεταξὺ τὴν φύϲιν ἐχούϲῃ τῆϲ τε αἰθρίου καὶ καθαρᾶϲ ἀκριβῶϲ καὶ τῆϲ μετ’ ὄμβρων ὁμοιούμενα τὰ ϲώματα μέϲην ἕξει κατάϲταϲιν κράϲεωϲ, ἣν ἐπίτρεψόν μοι καλέϲαι νεφελώδη. τοιούτου γὰρ ὄντοϲ τοῦ περιέχοντοϲ, ὑποκει- μένου δὲ καὶ τοῦ ϲυναλλοιοῦϲθαί τε καὶ ϲυνεξομοιοῦϲθαι τούτῳ τὰ ϲώματα, ϲαφηνείαϲ ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάϲθαι τὴν ἐν αὐτοῖϲ γενομένην κατάϲταϲιν οἷον νεφελώδη τινά. καθάπερ οὖν, ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶϲιν, ἀναγκαῖόν ἐϲτιν τὸν ὑγρὸν καὶ ψυχρὸν χυμὸν γεγενῆϲθαι, τὸ φλέγμα, τοῦ θέρουϲ δ’ ἔμπαλιν τὸν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download