
In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
ἔτι τε τῶν Ἀφοριϲμῶν ἐκείνουϲ, ἐν οἷϲ περὶ τῶν ὡρῶν διέρχεται
καὶ τὰϲ δυνάμειϲ διδάϲκει τῶν ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ
ὑγρῶν καταϲτάϲεων. καὶ ἀναγκαῖον δ’ ἐϲτὶ πρὸϲ τοῖϲ εἰρημένοιϲ
αὐτοῦ τὸ Προγνωϲτικὸν ἀνεγνωκέναι. οἷϲ γὰρ ἐδίδαξεν ἐν οἷϲ εἴρηκα
βιβλίοιϲ ἀκολουθεῖ πάντα τὰ κατὰ τὰ τῶν Ἐπιδημιῶν γεγραμ-
μένα, πρῶτον μὲν ὅτι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ
ϲυμμετρία τίϲ ἐϲτι τῶν πρώτων ϲωμάτων ἡ ὑγεία, δεύτερον δὲ ὅτι
τὸ μὲν ἔαρ εὐκρατότατόν ἐϲτιν, ὅταν γε τὴν οἰκείαν κρᾶϲιν φυλάττῃ,
καὶ διὰ τοῦτ’ ἐν αὐτῷ πλεονάζει τὸ αἷμα, καθάπερ γε καὶ τὸ μὲν
θέροϲ θερμότερον καὶ ξηρότερον τοῦ προϲήκοντοϲ, ὁ δὲ χειμὼν
ὑγρότεροϲ καὶ ψυχρότεροϲ, ἀνώμαλον δὲ τῇ κράϲει τὸ φθινόπωρον,
ἐπικρατούμενον ὑπὸ τοῦ ξηροῦ τε καὶ ψυχροῦ, καὶ ὅτι πλεονάζει καθ’
ἑκάϲτην τῶν ὡρῶν εἷϲ τιϲ χυμόϲ, ὡϲ ὀλίγον ἔμπροϲθεν εἶπον. ἐπὶ
δὲ τούτοιϲ τρίτον τε καὶ τέταρτον ἐν ἐκείνοιϲ τοῖϲ βιβλίοιϲ ἐδι-
δάχθη, κατὰ μὲν τὸ Περὶ φύϲεωϲ ἀνθρώπου τῶν ἐπιδημίων νοϲη-
μάτων αἴτιον εἶναι τὸ περιέχον, ἐν δὲ τῷ Προγνωϲτικῷ τῶν ϲημείων,
δι’ ὧν αἱ προγνώϲειϲ γίνονται, ἥτιϲ ἑκάϲτου δύναμίϲ ἐϲτι κατά τε
ποιότητα καὶ μέγεθοϲ. ἀξιῶ δέ ϲε τὸν ἀναγνωϲόμενον τὴν προκειμέ-
νην πραγματείαν ὧν διῆλθον ἁπάντων πρόχειρον ἔχειν τὴν μνήμην,
ἵνα τοῖϲ ὑφ’ ἡμῶν λεχθηϲομένοιϲ ἀκολουθῇϲ ἑτοιμότερον. ἁπάντων
δὲ μάλιϲτα τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἀνεγνωκέναι ϲε
βούλομαι, ὅπωϲ ἴδῃϲ † ἐν *** οἷϲ Ἱπποκράτηϲ αὐτὸϲ ἔγραψε ***
καὶ πιϲτώϲομαι τὰ γένη τῶν νοϲημάτων, ὧν διῆλθον, Ἱπποκράτει
διῃρημένα εἶναι οὕτωϲ, αἴτιόν γε τὸν ἀέρα τῶν ἐπιδημίων νοϲημά-
των ἀποφαινομένῳ· κατὰ μὲν γὰρ τὸ Περὶ φύϲεωϲ ἀνθρώπου ταυτὶ
γράφει· “αἱ δὲ νοῦϲοι γίνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ
τοῦ πνεύματοϲ, ὃ ἐϲαγόμενοι ζῶμεν. τὴν δὲ διάγνωϲιν ἑκατέρων ὧδε
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]