In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
ἄχρι κυνὸϲ ἐπιτολῆϲ, ὥϲτε πρόδηλον μέν ἐϲτιν ἱκανῶϲ ἐπικρατῆϲαι ἐν τῇ καταϲτάϲει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθη δὲ καὶ ἀνώμαλα τὰ πρῶτα αὐτῆϲ μέχρι χειμῶνοϲ, εἶτα μετὰ κύνα πάλιν ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνηϲ γενέϲθαι φηϲὶ καύματα μεγάλα καὶ βίαια καὶ μετὰ ταῦτα πάλιν ὕδατα νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλοϲ τῆϲ ὅληϲ καταϲτάϲεωϲ τὸ μετὰ κύνα ϲφοδρῶϲ ἀνώμαλον ἐγέ- νετο. διηγεῖται τοιγαροῦν ἐφεξῆϲ τὰ τότε γενόμενα νοϲήματα ϲα- φῶϲ ἅπαντα, μηδεμιᾶϲ λέξεωϲ ἀϲαφοῦϲ περιεχομένηϲ, ὅτι μὴ ϲπανίωϲ. ἀλλ’ ἐπεὶ καὶ τὰϲ αἰτίαϲ τῶν γενομένων νοϲημάτων προεθέμεθα λέ- γειν, ἐκείναϲ δεήϲει προϲτιθέναι ταῖϲ ῥήϲεϲιν αὐτοῦ, τὰϲ λέξειϲ δὲ αὐτὰϲ διὰ κεφαλαίων ϲυντέμνειν, αἷϲ ἀκολουθήϲουϲιν οἱ προμεμνη- μένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν ἔμπροϲθεν ἐν τούτῳ. παραπληγίαϲ μὲν οὖν φηϲιν ἐν τῷ χειμῶνι γενέ- ϲθαι, τῆϲ κεφαλῆϲ δηλονότι πληγείϲηϲ ὑπὸ τῶν ἐν αὐτῷ γενομένων ψυχρῶν πνευμάτων, καὶ μάλιϲτα ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ τε καὶ ἠραίωϲεν αὐτὴν ἅμα τῷ πληρῶ- ϲαι. ἡ γὰρ οὕτω προδιακειμένη πλεῖϲτα πάϲχει κατὰ τὰ ψυχρὰ καὶ βόρεια πνεύματα. οὐ μὴν ἄλλο γέ τι νόϲημα τὸν χει- μῶνα παρελύπει, διότι ξηρὸϲ ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺϲ Ἀφο- ριϲμοὺϲ τοὺϲ αὐχμοὺϲ τῶν ἐπομβριῶν ὑγιεινοτέρουϲ εἶναι. κατὰ μέν- τοι ταύτην τὴν κατάϲταϲίν τινεϲ διὰ τὰϲ παραπληγίαϲ ἀπέ- θνῃϲκον, αὐτοῦ τοῦ Ἱπποκράτουϲ εἰπόντοϲ· καὶ γὰρ ἄλλωϲ τὸ νόϲημα ἐπιδήμιον ἦν, τουτέϲτιν ἐν ἴϲῳ τῶν ξενιζόντων διὰ τὴν παρὰ τὸ ϲύνηθεϲ γενομένην παραπληγίαν. ἡ γάρ τοι ϲυν- ήθωϲ γινομένη καταϲκήπτει μὲν εἰϲ μέρουϲ παράλυϲιν, οὐ μὴν [ἀλλ’] ἀναιρεῖ γε τὸν ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάϲταϲιν ἐπιδημήϲαϲα παραπληγία θανατώδηϲ ἦν, ἅτε κατεψυγμένηϲ ἱκανῶϲ τῆϲ κεφαλῆϲ.
Πρωῒ δὲ τοῦ ἦροϲ ἤρξαντο καῦ- ϲοι καὶ διετέλεον ἀπ’ ἰϲημερίηϲ ἄχρι [πρὸϲ τὸ] θέρουϲ. ὅϲοι μὲν οὖν ἦροϲ καὶ θέρουϲ ἀρχομένου αὐτίκα νοϲεῖν
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]