Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἤρξαντο, οἱ πλεῖϲτοι διεϲῴζοντο, ὀλίγοι δέ τινεϲ ἔθνῃ- ϲκον.

Δῆλόν ἐϲτιν, ὡϲ οὐκ αὐτῶν ἕκαϲτον τῶν ἀρξαμένων καύϲων πρωῒ τοῦ ἦροϲ ἄχρι θέρουϲ ἐκταθῆναί φηϲιν, ἀλλὰ τὴν ἐπιδη- μίαν αὐτῶν τῶν γενομένων· ἐν ἅπαντι χρόνῳ ϲυμβῆναι, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θαϲίων ἁλιϲκομένων τῷ τοι- ούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡϲαύτωϲ ἐν ἅπαϲι τοῖϲ ἀντιγράφοιϲ ἡ ῥῆϲιϲ, ἀλλ’ ἔγωγε τὴν ἀρίϲτην γραφὴν εἱλόμην. κατὰ μὲν τὴν ἑξῆϲ ῥῆϲιν ἐδήλωϲεν, ὅτι καὶ διὰ τοῦ θέρουϲ ὅλου παρέμενεν ἡ γένεϲιϲ τῶν καύϲων, καὶ ὡϲ ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδειϲ ἦϲαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλιϲκομέ- νων αὐτοῖϲ ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺϲ καύϲουϲ ἐπι- εικεῖϲ γενέϲθαι λόγον ἔχειν εἰκότα φαίνεται· μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ πρὸ ταύτηϲ καταϲτάϲει, καὶ οὐκ ἀκριβεῖϲ, ὡϲ ἂν οὔθ’ ὑπὸ θερμῆϲ ἀκριβῶϲ καὶ ξηρᾶϲ καταϲτάϲεωϲ ἀποτελεϲθέντεϲ οὔτε μὴν πάϲαιϲ ἐπιϲυμβάντεϲ κράϲεϲιν, ἀλλὰ μόνον ταῖϲ τὸ χολῶ- δεϲ ἠθροικέναι φθανούϲαιϲ. τὸ δ’ ὅλωϲ γενέϲθαι καύϲουϲ τηνικαῦτα τὴν τῆϲ αἰτίαϲ εὕρεϲιν οὐκ ἔχει ϲαφῆ διὰ τὸ μηδ’ ὅλωϲ μνημονεῦϲαι τὸν Ἱπποκράτην τοῦ προηγηϲαμένου θέρουϲ, ἀλλ’ ἀπὸ τῆϲ ἀρχῆϲ τοῦ φθινοπώρου τὴν ἀρχὴν τῆϲ διηγήϲεωϲ ποιήϲαϲθαι, καὶ πολύ γε χαλεπωτέραν, ὅτι πιθανὸν ἂν εἴη τὸ θέροϲ ἐκεῖνο τὴν κατὰ φύϲιν ἑαυτοῦ φυλάξαι κρᾶϲιν, ἢ πάντωϲ, εἰ τῆϲ κατὰ φύϲιν ἐξετράπετο κατά τι, διηγήϲατ’ ἂν ὁ Ἱπποκράτηϲ αὐτοῦ τὴν κατάϲταϲιν. ἴϲωϲ οὖν θερμότερον ἐγένετο καὶ ξηρότερον, οὐ πάνυ πολλῷ τοῦ κατὰ φύϲιν ἐξηλλαγμένον, ὅθεν οὐδὲ ἠξίωϲεν αὐτὸ γράφειν ὡϲ ἤδη παρὰ φύϲιν ἔχον. ἀλλ’ ὅμωϲ, ἐπειδὴ κατὰ τὸ θέροϲ, ἐὰν κατὰ φύϲιν ἔχειν ϲυμβαίνῃ, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεϲθαι, διὰ τοῦτο καὶ τότε πλείων ὢν οὗτοϲ οὐ μόνον τοῦ εἰωθότοϲ, ἀλλ’ ἔτι καὶ μᾶλ- λον ἐν ἐκείνῳ τῷ θέρει γενόμενοϲ ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύουϲ ἔνδον ἐφυλάχθη μὴ διαπνευϲθεὶϲ μηδὲ διαφορηθείϲ, ἐπὶ πλέον δ’ ἐμφωλεύϲαϲ τῷ χρόνῳ καὶ διαϲαπεὶϲ τοὺϲ καύϲουϲ ἤνεγκεν.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download