In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
δὲ ἐϲ ἰκτέρουϲ ἢ κοιλίαι ταραχώδεεϲ ἢ δυϲεντεριώδεεϲ, οἷον Βίωνι τῷ παρὰ Ϲιληνῷ κατακειμένῳ. ἐπεδήμηϲαν δὲ καὶ δυϲεντερίαι κατὰ θέροϲ, καί τιϲι καὶ τῶν δια- νοϲηϲάντων, οἷϲι καὶ αἱμορραγίαι ἐγένοντο, ἐϲ δυϲεν- τεριώδεα ἐτελεύτηϲεν, οἷον τῷ Ἐράτωνοϲ παιδὶ καὶ Μύλλῳ πολλῆϲ αἱμορραγίηϲ γενομένηϲ ἐϲ δυϲεντεριώδεα κατέϲτη, καὶ περιεγένοντο.
Μειρακίοιϲ μὲν ὅτι κατὰ λόγον ᾑμορράγει πρόδηλον, ἐφεξῆϲ δ’ αὐτῶν καὶ τοῖϲ ἀκμάζουϲι· τοῖϲ δὲ τούτων πρεϲβυτέροιϲ, ἀϲθενεϲτέραϲ γε τῆϲ δυνάμεωϲ οὔϲηϲ καὶ τῆϲ ἐμφύτου θερμαϲίαϲ ἐλάτ- τονοϲ, εἰϲ ἰκτέρουϲ μᾶλλον ἡ ἀπόθεϲιϲ ἐγένετο τῆϲ πλεοναζούϲηϲ χολῆϲ. ἐγένετο δ’ ἐνίοιϲ καὶ διὰ γαϲτρὸϲ ἔκκριϲιϲ ταραχώδηϲ ἢ δυϲεντεριώδηϲ, οἷϲ ἐντεῦθεν ἔρρευϲε τὸ περιττὸν εἰϲ τὴν κοι- λίαν. ἐκ τούτων οὖν τῶν νῦν λεγομένων τε καὶ τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆϲ εἰρηϲομένων οὐκ ἄδηλον ἔϲται ϲοι τὰϲ ἐν τοῖϲ καύϲοιϲ αἱμορραγίαϲ γίνεϲθαι διὰ τὴν ἐπικρατοῦϲαν ξανθὴν χολήν, ἥτιϲ μεμειγμένη τῷ αἵματι διακαίουϲά τε τοῦτο καὶ ϲὺν αὐτῷ πολλὴν θερμαϲίαν ἀναφέρουϲα πρὸϲ τὴν κεφαλήν, ὅταν ῥήξῃ τὰϲ ἐν τῇ ῥινὶ φλέβαϲ, αἱμορραγίαϲ ἐργάζεται.
Πολὺϲ μὲν οὖν καὶ μάλιϲτα ὁ χυμὸϲ οὗτοϲ ἐπεπόλαϲεν, ἐπεὶ καὶ οἷϲι περὶ κρίϲιν οὐχ ᾑμορράγηϲεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναϲτάντα ἠφανίϲθη· (τούτων δὲ ἀφανιϲθέντων παρὰ τὸν κενεῶνα βάροϲ τὸν ἀριϲτερὸν καὶ εἰϲ ἄκρον ἰϲχίον·) ἀλγημάτων δὲ μετὰ κρί- ϲιν γενομένων καὶ οὔρων λεπτῶν διεξιόντων αἱμορρα- γέειν ϲμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοϲτήν, καὶ ἐγέ- νοντο εἰϲ αἱμορραγίαν ἀποϲτάϲειϲ· Ἀντιφῶντι Κριτο- βούλου ἀπεπαύϲατο καὶ ἐκρίθη τελέωϲ περὶ τεϲϲαρακο- ϲτήν.
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]