Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑξκαιδεκάτῃ παρ- ωξύνθη, νύκτα δυσφόρως, οὐχ ὕπνωσε, παρέκρουσεν. ὀκτω- καιδεκάτῃ διψώδης, γλῶσσα ἐξεκαύθη, οὐχ ὕπνωσεν, παρ- έκρουσε πολλά, σκέλεα ἐπωδύνως εἶχεν. περὶ δὲ εἰκοστὴν πρωὶ μικρὰ ἐπερρίγωσε, κωματώδης, δι' ἡσυχίης ὕπνω- σεν, ἤμεσε χολώδεα ὀλίγα μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ πρώτην καὶ εἰκοστὴν πλευροῦ ἀριστεροῦ βάρος δι' ὅλου μετ' ὀδύνης, σμικρὰ ἐπέβησσεν, οὖρα δὲ πάχος ἔχοντα θολερά, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ' ἄλλα κουφοτέρως· οὐκ ἄπυρος. αὕτη ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος, ἔρευθος, κίων ἀνεσπασμένος, ῥεῦμα δριμύ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμεινεν. περὶ δὲ ἑβδόμην καὶ εἰκοστὴν ἄπυρος, οὔροισιν ὑπόστασις, πλευ- ρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοστὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεσιν ἐπεταράχθη. τεσσαρακοστῇ ἤμεσεν ὀλίγα χολώδεα, ἐκρίθη. τελέως ἄπυρος ὀγδοηκοστῇ.

Πλησίον οὖσαν τὴν γυναῖκα τήνδε τῆς προθεσμίας τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόσκειται δὲ τῇ λέξει τὸ ὡς ἔλεγον ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος. ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ προοιμίῳ τοῦ ἁπλῶς ἐπιγεγραμμένου Πρώτου περὶ νού- σων ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται. δέδεικται δ' ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ, ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ τοῦτο μᾶλλον νῦν ἢ πάλαι γίνεσθαι. τὸ γὰρ ἀταλαίπωρον τῆς ὅλης διαίτης ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε δὲ καὶ ἡ τοῦ Ἐπικράτους γυνὴ τοῦτο σχεῖν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν ῥιγῶσαί φησιν αὐτήν, χωρὶς τοῦ θερμαν- θῆναι, τουτέστι χωρὶς τοῦ πυρέξαι, καὶ πάλιν ἐπὶ τῆς ὑστεραίας ὡσαύτως, εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆσαι, τάχα καὶ πρὸ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download