Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Αὕτη κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐθέως [ἐπ]εφαίνετο νοσεῖν ὀξέως. ἐπὶ δὲ τῆς δευτέρας ἡμέρας ἐφ' οἷς εἰρήκει συμπτώμασι τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων εἰκότως ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶς τὰ ἀνα- τεταραγμένα μὲν οὖρα, καθιστάμενα δὲ μήδ' ὅλως. ἀλλὰ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προσγενομένης καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλό- γως ἀπέθανεν ἑκταία. πάλιν δὲ κἀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν εἰπὼν γενέσθαι παραφρονῆσαί φησιν αὐτήν.

Ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν καὶ ἔπιε πλέον, ἤμεσε πάντα, νύκτα πυρετὸς ὀξύς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρους, νύκτα δυσφόρως. οὖρα δὲ κατ' ἀρχὰς ἐρυθρά, πάχος ἔχοντα, κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. τετάρτῃ πυρετὸς ὀξύς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον, ἐλαιῶδες οὐ πολύ· πυ- ρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσεν. οὐδὲ νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια, λόγοι πολλοί, κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἐλμίγγων, νύκτα ἐπιπόνως, πρωὶ δὲ ἐρρίγωσε. πυρετὸς ὀξύς. ἵδρωσε θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι· οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψῦξις, πτυ- αλισμός. δείλης πολλὰ παρέκρουσε, μετ' ὀλίγον δ' ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψῦξις, παρελήρει πολλά, οὐχ ὕπνωσεν. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρελή- ρει. ἑνδεκάτῃ ἀπέθανεν.

Ἡ διήγησις αὕτη πρῶτον μὲν ἡμᾶς ἐδίδαξε δεῖν τὸν νοῦν προσέχειν σφοδρῶς εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κἂν μικρὰ φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν (ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ θερμαινόμενος ὀνόματος), ἐβλάβη δηλονότι κἀξ αὐτοῦ τοῦ ἀκαίρως προσενέγκασθαι τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησί, πλέον, οὐκ εἰδὼς

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download