Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τράχηλον ἐκ τῶν ὄπισθεν, οὕτως ἔχει διαθέσεως τε καὶ ὀνομασίας. τὸ μὲν πᾶν νῶτα καλεῖται. ἐντεῦθεν δὲ τὰ μὲν ἑκατέρωθεν ὠμοπλάται, τὸ δὲ μεταξὺ αὐτῶν μετάφρενον, ᾧ καὶ στόμαχος ἔνδοθεν ὑπόκειται. τὸ δὲ μεσαίτατον τοῦ νώτου παντὸς ἄνωθεν μέχρι γλουτῶν, ῥάχις. ταύτης δὲ τὸ μὲν εὐθὺ ὑπὸ τὸ μετάφρενον ἄκνηστιν εἶπεν Ὅμηρος, ὃ καὶ διασαφῶν προσέθηκεν, — κατ᾿ ἄκνηστιν μέσα νῶτα. ἐπεὶ καὶ κατὰ εὐθεῖαν τοῦ μήκους μέσα εἰσὶ τὰ νῶτα καὶ τὸ μέσον ἐστὶ τοῦ μεταφρένου καὶ ὀσφύος. διαδέχεται οὖν ἡ ὀσφὺς, ἥτις ἰξὺς ὠνόμασται, καθ᾿ ὃ ζωννύμεθα. λήγει δὲ αὕτη εἰς τὸ ἱερὸν ὀστοῦν. παρ᾿ ἑκάτερα δὲ τούτου τὰ ἰσχία ἐστὶ, ἐφ᾿ οἷς οἱ γλουτοί. διὰ τὸ ὀστᾶ εἶναι τὰ ὑποκείμενα μέγιστα, ἔνθεν ὑπεστρώθη αὐτοῖς σώματα σαρκώδη. ὧν τὰ κυρτώματα ἐκ τοῦ περιφερῆ εἶναι, σφαιρώματα προσαγορεύεται. ἐντεῦθεν δὲ ἡνωμένον τὸ σῶμα διχοφυὲς γίνεται. διαμερίζεται γὰρ εἰς δύο, ἃ καλεῖται σκέλη, ὧν τὴν διασχίδα, διχάλαν οἱ παλαιοὶ λέγουσιν. ταῦτα δὲ ὅλα μὲν μέχρι

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download