Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἕλμινθες αἱ πλατεῖαι, ἕλμινθες αἱ στρογγύλαι, ἀσκαρίδες, ἰσχιὰς, ἀρθρῖτις, ποδάγρα, ἐλεφαντίασις. δοκεῖ δὲ τῶν ἐκτὸς εἶναι. τῶν οὖν χρονίων κεφαλαία ἐστὶ κεφαλῆς ἄλγημα ἐνδιάθετον περιοδικῶς ἐνίοτε, τὰ πολλὰ κινούμενον, ὑπὸ φλέγματος γινόμενον, ὁτὲ δὲ εἰς ἕν μέρος τῆς κεφαλῆς τὸ ἄλγημά ἐστι καὶ καλεῖται ἑτεροκρανία· ἴασις δὲ ἀμφοτέρων δι᾿ ἀφαιρέσεως αἵματος, ἢ διὰ σικύας ἐπὶ τὸ ἰνίον καὶ ἀποφλεγματισμοῦ καὶ διὰ κοιλίας κάθαρσιν καὶ ἐπιθεμάτων, ὅσα ἀναγράφεται ἐν καταπλάσματος τρόπῳ, ἢ ἐν μαλάγμασιν, ἢ ἐπιχρίσμασιν, τὸ δὲ τελευταῖον σιναπισμῷ ἀναξηραίνεται τὸ αἴτιον. ἐπιληψία δὲ, ἣν καὶ ἱερὰν νόσον καλοῦσι, συνίσταται μὲν περὶ τὰς ἀρχὰς τῶν ἀπὸ κεφαλῆς νεύρων, δι᾿ ὧν ἡ αἴσθησις καὶ ἡ κίνησις εἰς πᾶν τὸ σῶμα διαδίδοται. αἰτία δὲ τοῦ πάθους, ὡς ὁ Πλάτων καὶ Ἱπποκράτης φασὶ, φλέγμα καὶ χολὴ μέλαινα, διὸ καταπίπτουσιν οἱ τῷ πάθει ἐχόμενοι, ἐμφραττομένων αὐτοῖς τῶν ὁδῶν τῆς τε αἰσθήσεως καὶ τῆς κινήσεως, ἀφρῶσι δὲ διὰ τὸν κλόνον τῶν ὑγρῶν, ὃς γίνεται ἀπὸ τοῦ σπασμοῦ τῶν νεύρων, διὸ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download