
In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ἔγραψεν, ἃ δὲ οὐκ ὀλίγα τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων
ὑπ’ αὐτοῦ, τὰ μὲν οὐ μέγιστα, τὰ δὲ οὐ ῥᾷστα,
τὰ δὲ συναμφότερον ἔχοντα, μήτε μέγιστα εἶναι μήτε ῥᾷστα
φανεῖταί σοι σκοποῦντι, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῇ
κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει λέλεκται, ῥηθήσεται δὲ νῦν
ὀλίγα παραδείγματος ἕνεκα. τὸ γὰρ ὕπτιον κεῖσθαι καὶ τὰς
χεῖρας ἔχειν καὶ τὰ σκέλη παραπλησίως κείμενα τοῖς παρέτοις,
οὐ κατὰ διάθεσιν μοχθηρὰν, ἀλλὰ διὰ μαλακίαν ἐγγίγνεται
τοῦ κάμνοντος ἢ τρυφὴν ὑπερβάλλουσαν· ὥστε εἰ
μὴ τὸ ἦθος εἰδείημεν αὐτοῦ, σφαλησόμεθα. γιγνώσκειν δὲ
ὧν ἐπισκεπτόμεθα πάντων τὰ ἤθη τῶν ἀδυνάτων ἐστὶ καὶ
διὰ τοῦτο ἐπ’ ὀλίγου μόλις αὐτὰ διερωτητέον, εὑρίσκομεν
ἐνίοτε μὲν οὐ μέγα δηλοῦντα, καθάπερ ἐπὶ τῆς
κατακλίσεως, ἐνίοτε δὲ μέγιστα, ὡς ἐπὶ τῶν κοσμίων ἤτοι
τὸ βλέμμα θρασύτερον καὶ τὴν φωνὴν ἐχόντων. κατὰ τὰ
αὐτὰ δὲ κἀπὶ τῆς ψοφούσης φύσης· ἢ γὰρ ὀδύνην ἢ παραφροσύνην
σημαίνει τοῖς αἰδουμένοις τοῦτο πράττειν, ἀκουόντων
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]