Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

πρώταις ἡμέραις, οὐδεὶς ἀγνοεῖ. τῆς δ’ αὐτῆς ἔχεται ζητήσεως κᾀκεῖνο, πότερον ἐπειδὰν εἰς λύσιν τοῦ νοσήματος ἡ γενομένη ταραχὴ τελευτήσῃ κεκρίσθαι λεκτέον, ἢ κἂν ἀξιόλογός τις γένηται μεταβολή. καὶ μὲν δὴ καὶ αὐτὸ τῆς λύσεως τοὔνομα πότερον ἐπειδὰν εἰς ὑγείαν ὁ κάμνων μεταστῇ μόνον ἐπανεκτέον ἐστὶν, ἢ κᾀπειδὰν ἀκολουθήσῃ θάνατος ἔτι λελύσθαι καὶ οὕτω λεκτέον τὸ νόσημα, πολλὴν ἔσχηκε ζήτησιν. ὅτῳ δὲ καὶ τὰ τοιαῦτα σχολὴ ζητεῖν, αὖθις εἰρήσεται. νυνὶ δὲ ἐν τούτῳ τῷ πρώτῳ λόγῳ πρόκειταί μοι τὸ χρήσιμον αὐτὸ δεῖξαι μόνον, ὃ καὶ χωρὶς ἀποδείξεων λογικῶν ἐξ ὑποθέσεως περαίνεσθαι δύναται. ὑποκείσθω γὰρ ἡμῖν ἡ μὲν πρὸ τῆς ἀκριβοῦς λύσεως ταραχὴ κρίσιν ἁπλῶς ὀνομάζεσθαι, τῶν δ’ ἄλλων οὐδεμία κρίσις ἁπλῶς, ἀλλ’ ἡ μὲν εἰς ὄλεθρον τελευτῶσα κακὴ κρίσις ὅλον τοῦτο καλείσθω, ἡ δ’ ἀξιόλογον μὲν τὴν ῥοπὴν ποιησαμένη, μὴ λύσασα δὲ τὴν νόσον τελείως, ἐλλιπὴς κρίσις ὀνομαζέσθω, ἡ λοιπὴ δ’ ἡ ῥοπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἀτελής τε ἅμα καὶ κακὴ προσαγορευέσθω κρίσις. οὕτω μὲν, ἐπειδὰν τελέως τε καὶ σαφῶς δηλῶσαι βουληθῶμεν 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]