Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἀνθρώπου γέγραπται τῷ Ἱπποκράτει, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῷ περὶ τῶν κατ’ αὐτὸν στοιχείων διῆλθον, ἀναγκαῖον δ’ ἐστὶ καὶ νῦν εἰπεῖν, ἀρξάμενον ἀπὸ τῆς ῥήσεως αὐτοῦ τῆσδε. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ τὸ φλέγμα καὶ χολὴν διττὴν, ξανθήν τε καὶ μέλαιναν. καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν, οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστ’ ἂν μεμιγμένα ᾖ. ἀλγέει δ’, ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ἤδη χωρισθῇ ἐν τῷ σώματι, καὶ μεμιγμένον ᾖ τοῖσιν πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωϋτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερπιμπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχει. καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download