Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

περιττώματα, χρὴ δήπου καὶ τὴν κένωσιν αὐτῶν ἰδίαν εἶναι καθ’ ἕκαστον, ὥσπερ γε καὶ ἡ φύσις αὐτὴ φαίνεται τοῦτ’ ἐξ ἀρχῆς ἐργασαμένη. παρεσκεύασε γὰρ τοῖς ζώοις ὄργανα πολλὰ, τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα ταυτὶ τὰ περιττώματα, τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα, τὰ δὲ ἐκκρίνοντα. καὶ λέλεκται μὲν ὑπὲρ ἁπάντων ἐπὶ πλέον ἔν τε τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι κᾀν τοῖς περὶ χρείας μορίων· ἐν δὲ τῷ παρόντι ἔσται καὶ ταῦθ’ ἡμῖν ὑπόθεσις τῶν λόγων. τὸ μὲν γὰρ πρῶτον περίττωμα διακρίνεταί τε καὶ προπέμπεται κατὰ βραχὺ διὰ πάντων τῶν ἐντέρων ἄχρι τῆς κατὰ τὸ καλούμενον ἀπευθυσμένον ἀξιολόγου κοιλότητος, ἧς κατὰ τὸ πέρας ἐπίκεινται μύες, εἴργοντές τε καὶ κατέχοντες ἔνδον αὐτὸ, καὶ κωλύοντες ἀκαίρως ἐκρεῖν· ἐπειδὰν δ’ ἱκανῶς ἀθροισθὲν ἀνιαρὸν ᾖ τῷ ζώῳ, τηνικαῦτα παρίασιν ἔξω φέρεσθαι, συντελούντων πρὸς τὸ τάχος τῆς ἀφόδου τῶν κατ’ ἐπιγάστριον μυῶν ἅμα τῷ διαφράγματι. τὸ δ’ ἐν ἥπατι περίττωμα, τὸ

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]