Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

μὲν οἷόν περ τὸ καλούμενον ἄνθος ἐν τοῖς οἴνοις ἐστὶ, τὸ δ’ οἷόν περ ἡ τρύξ. ἕλκεται δὲ τὸ μὲν ἕτερον ὑπὸ τῆς ὑποκειμένης τῷ σπλάγχνῳ κύστεως, τὸ δ’ ἕτερον ὑπὸ τοῦ σπληνός· ἀθροισθέντα δὲ ἐν τούτοις ἐκκρίνεται, τὸ μὲν εἰς τὴν ἀρχὴν τῶν λεπτῶν ἐντέρων, τὸ δ’ εἰς αὐτὴν τὴν γαστέρα, καὶ ἀπὸ τούτων ἤδη διὰ πάντων τῶν ἐντέρων ἅμα τῷ ξηροτέρῳ περιττώματι τῆς τροφῆς διεξέρχεται. τὸ δὲ ἐν φλεψὶ καὶ ἀρτηρίαις περίττωμα τοιοῦτόν ἐστιν, οἷον ὀῤῥὸς ἐν τῷ πηγνυμένῳ γάλακτι. καθῄραντες δὲ καὶ τοῦτο οἱ νεφροὶ τῇ κύστει παραπέμπουσιν· ἡ δ’ ἀθροίζει τρόπον ὁμοιότατον τῷ πρόσθεν εἰρημένῳ περὶ τοῦ ξηροῦ περιττώματος· ἐπίκειται γάρ τις καὶ τῇδε κατὰ τὸν ἔκρουν ἐπικάρσιος μῦς, κλείων οὕτως ἀκριβῶς τὸ στόμιον, ὡς μηδὲν ἔξω παραῤῥεῖν. ἐπειδὰν δὴ καὶ τοῦθ’ ἱκανῶς ἤδη γινόμενον ἀνιᾷ τὸ ζῶον, ἀφίσταται μὲν ὁ μῦς τῆς φρουρᾶς, ἀνιείς τε καὶ χαλῶν ἑαυτὸν, ἐκκρίνει δὲ τὸ περιττὸν ἅπαν ἡ κύστις, ἐπιβοηθούντων αὖ καὶ τῇδε πρὸς τὸ τάχος τῆς τῶν ξηρῶν περιττωμάτων ἐξόδου μυῶν τῶν κατὰ τὸ ἐπιγάστριον.

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]