De Causis Morborum (Causes of Diseases)
Kühn 1824
δὲ μείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν. κᾀν
τῷδε δῆλον ὡς δεῖται μὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς
αὔξησιν, οὐ μὴν ἀμέτρου γε ταύτης. ἀῤῥωστεῖ μὲν γὰρ οὐδ’
ὅλως ῥιπιζομένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς
ἔξωθεν κινήσεως ἐπιπιπτούσης. κατὰ μὲν δὴ τὸ πρῶτον εἶδος
τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ,
τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύναμιν
ἔσται τι νόσημα ψυχρόν. οὕτως ἐν ὕδατι ψυχρῷ νηξάμενός
τις ἐβλάβη, καὶ κακῶς λουσάμενος, καὶ διὰ κρύους
ὁδοιπορήσας. ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε
παραγενέσθαι. κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος,
ἢ κίνησιν ἢ αἴσθησιν βεβλαμμένος, ἤ πως ἄλλως
κατεψυγμένος ἐξ οἰνοφλυγίας τις ἐγένετο. καί τοί γε αὔξει
τὴν ἔμφυτον θερμασίαν ὁ σύμμετρος οἶνος, ὡς ἂν οἰκειοτάτη
τροφή. καὶ μὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιμωτάτων
τῷ ζώῳ σιτίων ἄμετρος προσφορὰ νοσημάτων ψυχρῶν
αἰτία γίγνεται. ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιομένων
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]