De Causis Morborum (Causes of Diseases)
Kühn 1824
ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλήθους
αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐτῶν
γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν
ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα.
μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγκης
συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμασίαν.
ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα
τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον
ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον
ᾖ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν,
ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ
κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον,
ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπιφερόμενος
ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ. τὸ μὲν δὴ τοιοῦτον
σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν,
ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμένοις
πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων
ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]