De Causis Morborum (Causes of Diseases)
Kühn 1824
συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώματα. κᾂν εἰ συνιζάνοι
δὲ εἰς ἑαυτὰ τὰ σώματα, καθάπερ ὑπὸ τῶν στυφόντων
πάσχει συναγόμενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούμενα, καὶ
πρὸς τῶν ξηραινόντων αὐαινόμενα, στεγνώσει δηλονότι κᾀν
τούτῳ μάλιστα μὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας.
τὰ μέν γε στόματα τῶν πόρων οὐ στεγνοῦται μόνον,
ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις
διαθέσεσιν. ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνομαζομένης
δυνάμεως ἄμετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγουσα
τὰ στόματα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ
γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς μανώσεως ἐνίοτε
μὲν ἡ τῆς ἀποκριτικῆς δυνάμεως ἄμετρος κίνησις αἰτία γίγνεται,
πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι
φάρμακον, ἢ ὕδωρ ἀναστομωτικὸν, ἢ πλάδος τις ἄμετρος
αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόμενος, ἢ ἡ τοῦ περιέχοντος ἡμᾶς
κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄμετρον θερμότητα μεθισταμένη.
αὗται μὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους
διαθέσεων αἰτίαι. καὶ δῆλον, ὡς ἐκ τῶν εἰρημένων ἤδη
πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]