Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖμεν, εὑρήσομεν ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάμεως ἐνέργειαν μὲν τὴν κατὰ φύσιν, ὅταν ἐξισῶται ὁ χρόνος τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία· στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν μηδ’ ὅλως περιλαμβάνῃ· γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ ὁπόταν ἢ μὴ περιστέλληται καλῶς, ἢ μὴ μέχρι τῆς παντελοῦς πέψεως, ἢ ἅμα ἄμφω συμπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναμιν, τῷ τε μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν μεταξὺ τῆς τε γαστρὸς καὶ τῶν σιτίων, τῷ τ’ ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον αὐτῶν μόνον ἐνεργήσει κακῶς, ἢ κατ’ ἄμφω, καὶ συμπτώματα ἀκολουθήσει, κλύδωνες μὲν καὶ πνευματώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ συμπτώματι. τῇ μὲν γὰρ ἀῤῥώστῳ περιστολῇ ποτὲ μὲν

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download