Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευματώσεις· τῇ δ’ ὀλιγοχρονίῳ πάντως μὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα διέξοδος τῶν σιτίων, ἢ διαφθορὰ κατὰ τὴν κάτω γαστέρα. ταχείας μὲν οὖν διεξόδου συμπτώματα ἀχώριστα διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ δυσωδία μὲν ἐν τοῖς διαχωρουμένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης δὲ δήξεις ἢ πνευματώσεις, ἀλλ’ ἔστιν ὅτε μὲν οὐδέτερον αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ’ ἀμφότερα. διὰ τί δὲ κᾀν τούτοις κᾀν τοῖς ἔμπροσθεν εἰρημένοις τινὰ μὲν ἐξ ἀνάγκης ἕπεται, τινὰ δ’ οὐκ ἐξ ἀνάγκης, ἐν τῷ μετὰ τοῦτον διέξιμεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν. ἐν δὲ τῷ παρόντι μετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν συμπτωμάτων τῆς καθεκτικῆς δυνάμεως. ὅταν οὖν περιστέλληται ἡ γαστὴρ τοῖς σιτίοις, ἀλλὰ μετὰ παλμοῦ τινος, ἢ οἷον σπασμοῦ τε καὶ τρόμου καὶ κλόνου, πλημμελὲς ἂν εἴη τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ μὲν οὖν παλμοῦ τῆς γαστρὸς σαφῶς αἰσθανόμεθα, καὶ μέν γε καὶ τοῦ σπασμοῦ,

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download