Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἀπεψύχετο δὲ τὸ πρότερον. ἦν δὲ περίοδος σχεδόν τι χρόνος ἡμέρας καὶ νυκτὸς, ὡς ἀμφημερινοῦ μάλιστα πυρετοῦ παράδειγμα τὸ γινόμενον οἰκειότατον ὑπάρχειν. εἰ δέ γε καὶ δυσὶν ἡμέραις καὶ νυξὶν ἡ εἰρημένη περίοδος ἐγίνετο, παράδειγμα ἦν οὕτω τριταίου πυρετοῦ· καὶ μέν γε καὶ εἰ τρισὶ, τεταρταίου· καὶ εἰ τέτταρσι, πεμπταίου, εἴπερ γε πεμπταῖός τίς ἐστι πυρετός· ἐγὼ μὲν γὰρ οὔπω σαφῶς εἶδον οὔτε ταύτην τὴν περίοδον οὔτ’ ἄλλην τινὰ ἐξωτέρω τῆς τεταρταίας. ἀλλὰ περὶ μὲν τῶν κατὰ τὴν περίοδον παροξυνομένων αὖθις εἰρήσεται· ἡ δὲ σῆψις τῶν χυμῶν ἡ ἐν τοῖς ἀγγείοις γινομένη παραπλησία τῇ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἀποστάσεις ἐστὶ καὶ τὰ ἄλλα τὰ φύματα, διττὴ μὲν κατὰ γένος, ἐξ ἐπιμιξίας δὲ τῶν δύο γενῶν ἄλλη τις τρίτη ποικίλη κατ’ εἶδος, ὅτι καὶ τὸ τῆς μίξεως ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι θάτερον τῶν γενῶν, οὐκ εὐαρίθμητόν ἐστιν. ἀλλὰ τά γε δύο γένη, τὸ μὲν ἕτερον ἐπικρατούσης τῆς φύσεως γίγνεται, τὸ δὲ ἕτερον νενικημένης· ἐπικρατούσης μὲν, ὡς ἐπὶ ταῖς φλεγμοναῖς τε καὶ τοῖς φυματώδεσιν ὄγκοις ἅπασι τὸ

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]