Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

πύον· ἐν δὲ τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας χυμοῖς ἀνάλογον τῷ πύῳ τὸ τοῖς οὔροις ὑφιστάμενον. ἡ μὲν δὴ τοιαύτη σῆψις οὐχ ἁπλῶς σῆψίς ἐστιν, ἀλλά τι καὶ πέψεως ἔχει. μενούσης γὰρ ἔτι τῆς πεπτικῆς δυνάμεως τῶν ἀγγείων, ὁ διασηπόμενος τέως χυμὸς εἰς τοιαύτην ἀλλοίωσιν ἀφικνεῖται. ἑτέρα δέ ἐστί τις σηπεδὼν, ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως, ὡς μηδεμίαν ἐπὶ τὸ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ σηπομένου περιττώματος. ὃ καὶ γίνεται ποτὲ μὲν ἐσχάτως ἀσθενούσης ἐκείνης, κᾂν τὸ σηπόμενον μετρίως ᾖ μοχθηρόν· ἐστὶ δὲ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς ἔσχατον ἀῤῥωστίας ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν ὑπάρχει. τοῦ τοιούτου περιττώματος ἡ σηπεδὼν οὔτε σύστασιν οὔτε χρόαν οὔτε ὀσμὴν ἴσχει μίαν, ἀλλὰ κατὰ τὴν οὐσίαν ἀεὶ τὸ σηπόμενον ἐξαλλάττεται καὶ ποικίλλεται. ἡ δὲ ἑτέρα σῆψις, ἣν καὶ πέψιν ἔφαμεν ὑπάρχειν, εἰς ἓν εἶδος ἀεὶ μεταβάλλει πύου καὶ χρόαν καὶ σύστασιν καὶ ὀδμήν.

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]