Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ἐν αὐτῷ στόματι τῆς κοιλίας ἠθροισμένου τινὸς χυμοῦ μοχθηροῦ καὶ δάκνοντος ἤ ψύχοντος αὐτὸ, μικροί τε ἅμα καὶ ἀνώμαλοι γίνονται. πλεονάζει μὲν ἐπὶ μὲν τῶν ψυχόντων ἡ μικρότης, ἐπὶ δὲ τῶν δακνόντων ἡ ἀνωμαλία, ἀλλὰ ἐμεσάντων γε ταῦτ’ ἄμφω παραχρῆμα καθίσταται. ὅτε δὲ οὐδὲν ἡ γαστὴρ πέπονθε, τοῦ γένους τῶν προκειμένων εἰσὶ πυρετῶν οἱ τοιοῦτοι σφυγμοί. μέγιστον δὲ γνώρισμα τῶν ἐπὶ σήψει πυρετῶν ἐστι καὶ ἡ τῆς θερμασίας ποιότης. οὐδὲν γὰρ ἔχει χρηστὸν, οὐδὲ μέτριον, οὐδ’ ὅμοιόν τι τῶν ἐφημέρων, ἀλλ’ ὥσπερ εἴρηται καὶ τοῖς ἀρίστοις τῶν πρὸ ἡμῶν ἰατρῶν, δακνώδης πώς ἐστι μᾶλλον, ὡς ἀνιᾷν καὶ διαβιβρώσκειν τὴν ἁφὴν, ὥσπερ ὁ καπνὸς τοὺς ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας. ἀλλ’ ἐν μὲν ταῖς ἐπιβολαῖς τῶν παροξυσμῶν, ὡς ἄν ἔτι καταπνιγομένου τε τοῦ θερμοῦ καὶ τυφομένων ἔνδον τῶν περιττωμάτων, οὐκ εὐθέως ἐπιβαλλόντων τὴν χεῖρα διαγινώσκεται, χρονισάντων δὲ, τὸ εἰρημένον εἶδος τῆς θερμότητος ἐκ βάθους ἀναφέρεται. καί μοι δοκεῖ τοιοῦτόν τι κατιδὼν Θεμίσων ἴδιόν τε καὶ ἀχώριστον ὑπάρχειν ἅπασι τοῖς πυρέττουσιν ὑπελάμβανεν. 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]