Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

καὶ Στράτωνος τοῦ φυσικοῦ λέγοντά τι, τῶν δ’ ἄλλων οὐδενὸς μνημονεύοντα, καί τοί γε οὐ τὰς τούτων δόξας μόνον περὶ ῥίγους, ἀλλ’ ἑτέρας πολὺ πλείους οὐδὲν ἧττον ἐνδόξους τε καὶ πιθανὰς εἶχεν εἰπεῖν. ἡμεῖς οὖν ἀρχὴν ὁμολογουμένην λαβόντες, ὡς ἔστι τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμοῦ πάθος τὸ ῥῖγος, ἴδωμεν ὅπως γίνεται. προκόψει δ’ ὁ λόγος ἐπὶ ταῖς Ἱπποκράτους ἀρχαῖς οὐκ ὄγκους καὶ πόρους ἡμῶν στοιχεῖα τιθεμένων τοῦ σώματος, οὐδὲ κινήσεως ἢ παρατρίψεως ἤ τινος ἄλλης αἰτίας ἔκγονον τὸ θερμὸν ἀποφαινόντων, ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ ζώου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’ ἔστιν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν οὐκ ἂν ἁμάρτοις. ἕκαστον δὲ τούτων ἰδίᾳ βεβασάνισται, καί τοι μαθεῖν ἔνεστιν ὑπὲρ αὐτῶν ἑτέρωθι, τὸ νῦν δὲ εἶναι τοῦ λόγου τὸ συνεχὲς ἐρευνητέον. ἅτε γὰρ ἀεικίνητον

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]