
De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
ἀγρυπνίας καὶ κώματος φαίνεται μνημονεύων. ἕτερον δ’ ἄῤῥωστον
αὖθις γράφων ἐν τῷ αὐτῷ βιβλίῳ φησί· τουτέῳ
διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα
λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος. ὥστ’ ἄντικρυς εἶναι
δῆλον, ὅτι μηδ’ ὕπνον, μηδὲ καταφορὰν παρ’ αὐτῷ δηλοῖ
τὸ τοῦ κώματος ὄνομα. διὰ τοῦτο, οἶμαι, τινὲς τῶν ἐξηγητῶν
ἀπὸ τοῦ κωμάζειν φασὶ τοὺς κωματώδεις ὠνομάσθαι·
ἐγρηγορέναι μὲν γὰρ καὶ τοὺς κωμάζοντας, ἐγρηγορέναι δὲ
καὶ τοὺς κωματώδεις. καὶ νὴ Δία ὥσπερ οἱ κωμάζοντες οὐ
πάνυ τι κατανεύουσιν, οὕτως οὐδὲ τοὺς κωματίζοντας, καὶ
μάλιστα τοῖν ὀφθαλμοῖν. ὑγρούς τε γὰρ εἶναι καὶ ἐρυθροὺς
καὶ ἀστηρίκτους καὶ ἐνδεδυμένους· ἀλλὰ τὸ πᾶν ἀμφοτέροις
σῶμα σφαλερὸν ἐν ταῖς κινήσεσι καὶ ἀκρατές· αὐτὸν διὰ
τοῦτο καὶ τὸν Ἱπποκράτην περὶ τῆς ὅλης συνδρομῆς ἀπορεῖν,
εἴτε χρὴ φρενιτικοὺς αὐτοὺς ὀνομάζειν, εἴτ’ ἄλλο τι. φρενιτικοὺς
μὲν γὰρ εὐλαβεῖσθαι καλεῖν, μηδέπω παραπαίοντας·
ἅπαντα δὲ ὁρῶντα συμπτώματα φρενιτικὰ, καὶ γὰρ κεφαλὴν,
ὀσφὺν ὑποχόνδριον, καὶ τράχηλον ἀλγοῦντα, μήτε σφάλμα
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]