Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

ὀλίγας οὖν παραγράψομεν ῥήσεις αὐτοῦ εἰς ἀπόδειξιν τοῦ προκειμένου, πρῶτον μὲν ταύτην ἐκ τοῦ αὐτοῦ λόγου περὶ τάξεως καὶ ἀταξίας· οἱ μέν γε τὴν ὁμαλότητα ἐπὶ τινῶν διαφορῶν ἤκουον μόνον, ἐγὼ δ’ ἐπὶ πασῶν ἐφ’ ὅσων καὶ τὴν τάξιν, εἶθ’ ἑξῆς· ἀνωμαλία μὲν ἀνισότης σφυγμῶν κατά τινα τῶν παρεπομένων αὐτοῖς διαφορῶν, ἀταξία δὲ ἀσυστασία χρονικὴ κατά τινα τῶν τοῦ σφυγμοῦ διαφορῶν. ἐν ταύτῃ μέν γε τῇ ῥήσει δὶς ἔγραψε τὸ τῆς διαφορᾶς ὄνομα. εἶτα μετ’ ὀλίγον· οὐδ’ εἰρήκασιν οὐδ’ ὑπὲρ τούτων, εἴ γε δεῖ τὸν κατὰ πᾶσαν διαφορὰν ἴσον ὁμαλὸν λέγειν. αὖθις δ’ ἐφεξῆς· καὶ ὁ μὲν καθὰ παρατεταγμένος, οὗτος καθ’ ἡμᾶς ἔσται ἴσος μεγέθει, σφοδρότητι, τάχει, ῥυθμῷ, καὶ εἴ τινι ἄλλῃ τοιαύτῃ διαφορᾷ σχέσιν ἔχων θεωρεῖται κατὰ πάσας· πρὸς τὶ δὲ ὁ κατὰ μίαν τινὰ τούτων διαφορὰν ἐν σχέσει θεωρούμενος, ἢ κατὰ δύο, ἢ κατὰ πλείονας. ἐν ταύτῃ γὰρ πάλιν τῇ ῥήσει δὶς ἐμνημόνευσε τοῦ τῆς διαφορᾶς ὀνόματος. συνάπτων δ’ αὐτῇ τὸν ἑξῆς λόγον, πρῶσον μὲν οὕτως ἐρεῖ· ἡ μὲν γὰρ καθάπαξ καὶ ἀπολελυμένη πασῶν τῶν διαφορῶν

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]